Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Χαιρετισμοί (Άγιος Μελέτιος)

 

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ ΥΨΕΝΗι

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὴν τῶν Ὁσίων βιοτὴν ἐκμιμησάμενος,
ὡς ἀγαπήσας τῷ Χριστῷ ἀπὸ νεότητος,
Παρακλήτου τὴν ἐνέργειαν ὑπεδέξω.
Ἀλλ᾿ ὡς ἔχων παῤῥησίας χάριν ἄφθονον,
ἀντιλήπτωρ ἡμῶν ἔσο καὶ ὑπέρμαχος,
τῶν βοώντων σοι· Χαίροις, Πάτερ Μελέτιε.

Οἱ Οἶκοι.

Α῎γγελος σαρκοφόρος, ἀνεδείχθης ἐν Ῥόδῳ, ἰσάγγελον ζωὴν διανύσας (ἐκ γ΄) καὶ τῶν Ἀγγέλων ὡς γεγονώς, ἐν τοῖς ὑψίστοις Μελέτιε σύσκηνος, Θεοῦ πληροῦσαι τοῦ φωτός, ἀκούων παρὰ πάντων ταῦτα·
Χαῖρε, βλαστὸς ἱερὸς τῆς Λάρδου·
χαῖρε, καρπὸς εὐκλεὴς τῆς Ῥόδου.
Χαῖρε, Ὑψενῆς ὁ δομήτωρ ὁ ἔνθεος·
χαῖρε, μοναστῶν ποδηγέτης ὁ ὅσιος.
Χαῖρε, σκεῦος ὡραιότατον ἐννοιῶν θεουργικῶν·
χαῖρε, οἶκος θεοδόμητος λογισμῶν θεοπρεπῶν.
Χαῖρε, ὅτι τὰ πάθη νουνεχῶς ἐνεκρώσω·
χαῖρε, ὅτι τὸν ὄφιν ἀνδρικῶς ἀπεκρούσω.
Χαῖρε, λαμπὰς ἐνθέου φρονήσεως·
χαῖρε, ἀστὴρ πανσόφου συνέσεως.
Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἀνυμνεῖται·
χαῖρε, δι᾿ οὗ ἡ Τριὰς προσκυνεῖται.
Χαίροις, Πάτερ Μελέτιε.

Βίον τῶν μοναζόντων, παιδιόθεν ζηλώσας, ὡς σκεῦος ἐκλογῆς θεομάκαρ, τοῦ Χριστοῦ ἐπ᾿ ὤμων τὸν ζυγόν, ἀνενδοιάστῳ καρδίᾳ ἀνέλαβες, καὶ τούτῳ ἠκολούθησας, Μελέτιε ἐκ πόθου ψάλλων· Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, καὶ Θεοῦ ἐν καρδίᾳ δεξάμενος τὸν ἅγιον φόβον, ἐπελάθου γονέων στοργῆς, καὶ ψαλμικῶς φυγαδεύων ἐμάκρυνας, πάσης προσκαίρου σχέσεως· διὸ Μελέτιε βοῶμεν·
Χαῖρε, τὸ ἴον τῆς ἐγκρατείας·
χαῖρε, τὸ ῥόδον τῆς ἡσυχίας.
Χαῖρε, φωτοφόρος βολὶς διακρίσεως·
χαῖρε, φωτοβόλος ἀκτὶς κατανύξεως.
Χαῖρε, ἔμψυχον εἰκόνισμα τῆς ἀζύγου βιοτῆς·
χαῖρε, ἔξοχον κειμήλιον τῶν Ὁσίων τῆς ζωῆς.
Χαῖρε, ὅτι τῶν κάτω ἀγαθῶν ἐμακρύνθης·
χαῖρε, ὅτι τοῦ κόσμου τῆς ἀπάτης ἀπέστης.
Χαῖρε, λαμπρὸν δοχεῖον τῆς χάριτος·
χαῖρε, σεπτὸν τοῦ Πνεύματος τέμενος.
Χαῖρε, Χριστοῦ τὸν ζυγὸν ὁ βαστάσας·
χαῖρε, παθῶν τὰς κινήσεις νεκρώσας.
Χαίροις, Πάτερ Μελέτιε.

Δύναμιν οὐρανόθεν, δεδεγμένος τὴν θείαν, τοῦ κόσμου τῶν τερπνῶν ἐπανέστης, καὶ ὡς στρουθίον ἐρημικὸν, ἐν τοῖς ἀοίκοις Μελέτιε ὄρεσιν, ηὐλίσθης ἔνθα καθαρῶς, Θεῶ λατρεύων ἀνεβόας· Ἀλληλούϊα.

Ε῎χων ἐν τῇ ψυχῇ σου, τοῦ Χριστοῦ τὴν ἀγάπην, Μελέτιε μακάριε δρῶσαν, πρὸς ἀγῶνας τοὺς ἀσκητικούς, ἐν καθαρᾷ διανοίᾳ ἐχώρησας, σαρκὸς σου μὴ φεισάμενος· διό σοι πάντες ἐκβοῶμεν·
Χαῖρε, τὸ μῆλον τῆς εὐλαβείας·
χαῖρε, ὁ βότρυς τῆς εὐσεβείας.
Χαῖρε, ὁσιότητος κλῆμα πολύκαρπον·
χαῖρε, ἁγιότητος δένδρον πολύκομον.
Χαῖρε, τόμος οὐρανόγραφος ἀγωγῆς ἀσκητικῆς·
χαῖρε, πλάξ ἡ θεοχάρακτος βιοτῆς ἀγγελικῆς.
Χαῖρε, ὅτι τῷ ζήλῳ τοῦ Χριστοῦ ἐπτερώθης·
χαῖρε, ὅτι τῷ πόθῳ τῶν ἀφθάρτων ἐτρώθης.
Χαῖρε, λειμὼν ἀνθέων τῆς χάριτος·
χαῖρε, ναὸς χαρίτων τοῦ Πνεύματος.
Χαῖρε, Ὁσίων τοῖς ἴχνεσι σπεύσας·
χαῖρε, ἐν κόσμῳ ὡς ἄσαρκος ζήσας.
Χαίροις, Πάτερ Μελέτιε.

Ζῆλον θεῖον πλουτήσας, ἐχωρίσθης τοῦ κόσμου, καὶ ἔνδον τοῦ σπηλαίου εἰσῆλθες, ἔνθα ἀσκούμενος καρτερῶς, ἐν προσευχῇ καὶ νηστείᾳ Μελέτιε, Θεοῦ τὴν χάριν εἵλκυσας, ᾧ οἱ πιστοὶ ἀναβοῶμεν· Ἀλληλούϊα.

Η῎ρθης πρὸς θεωρίας, οὐρανίου τὸ ὕψος, τῇ σῇ ὑπερφυεῖ πολιτείᾳ· σὺ γὰρ μόνος τῷ μόνῳ Θεῷ, ἀσκητικῶς συγγινόμενος Ὅσιε, ἐκτήσω πλοῦτον ἀρετῶν· διό σοι κράζομεν τοιαῦτα·
Χαῖρε, ἐλπίδι πεπληρωμένος·
χαῖρε, ἀγάπῃ κεκοσμημένος.
Χαῖρε, ἐντολῶν τοῦ Θεοῦ ἡ ἐκπλήρωσις·
χαῖρε, πανουργίας ἐχθροῦ ἡ κατάπτωσις.
Χαῖρε, στέφανος μυρίπνοος ἐξ ἀνθέων νοητῶν·
χαῖρε, ἄρωμα πανεύοσμον ἐκ ποικίλων ἀρετῶν.
Χαῖρε, ὅτι ἐφάνης μοναζόντων λαμπρότης·
χαῖρε, ὅτι ἐδείχθης πρεσβυτέρων φαιδρότης.
Χαῖρε, ὁσίων πόνων ἐκβλάστημα·
χαῖρε, ἁγίων ἔργων ἀπάνθισμα.
Χαῖρε, σοφὸς μιμητὴς τῶν Ὁσίων·
χαῖρε, ζωῆς κοινωνὸς τῶν Ἁγίων.
Χαίροις, Πάτερ Μελέτιε.

Θεῖον λόγον πλουτήσας, ὡς καθάρας τὸν νοῦν σου, Μελέτιε φθαρτῶν νοημάτων, διδασκαλίαις σου ταῖς σοφαῖς, τὸ τῶν πιστῶν διεῤῥύθμισας φρόνημα, καὶ πάντας ἐξεπαίδευσας, ἀξίως τῷ Κυρίῳ ψάλλειν· Ἀλληλούϊα.

Ι῾ερεὺς τῶν ἁγίων, μυστηρίων ἐγένου, τῇ θείᾳ ἀληθῶς ἐπινεύσει, καὶ λειτουργήσας ἀγγελικῶς, τὸν τοῦ Κυρίου λαὸν καθηγίασας, τῇ χάριτι τοῦ Πνεύματος, ἀκούων παρὰ πάντων οὕτως·
Χαῖρε, τὸ σκεῦος τῆς ἀπαθείας·
χαῖρε, τὸ στόμα τῆς μετανοίας.
Χαῖρε, μονοτρόπων ἀγλάϊσμα ἔξοχον·
χαῖρε, ἀσκητῶν ἐγκαλλώπισμα ἔνθεον.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν προσύλων ὁλικῶς·
χαῖρε, ὅτι ἐταπείνωσας τὸν ἀρχέκακον στεῤῥῶς.
Χαῖρε, τῆς ἀκακίας εὐωδέστατον κρίνον·
χαῖρε, τῆς ἀκτησίας πολυσύνθετον μῦρον.
Χαῖρε, καλῶν σοφὸς φυτοκόμος·
χαῖρε, παθῶν σεπτὸς ῥιζοτόμος.
Χαῖρε, κρατὴρ θεϊκῶν χαρισμάτων·
χαῖρε, φωστὴρ μυστικῶν δωρημάτων.
Χαίροις, Πάτερ Μελέτιε.

Καθαρθεὶς τὰς αἰσθήσεις, ἐγκρατείας καμάτοις, κατ᾿ ὄναρ τὴν Παρθένον κατεῖδες, καὶ φωτὶ θείῳ ὁδηγηθείς, τὴν κεκρυμμένην ἐν γῇ αὐτῆς Ὅσιε, Εἰκόνα ἐφανέρωσας, ᾗ καὶ προσπέσας ἀνεβόας· Ἀλληλούϊα.

Λάμπουσαν θείᾳ αἴγλῃ, τῆς Ἁγνῆς Θεοτόκου, ὡς εὗρες τὴν ἁγίαν Εἰκόνα, τῷ πνεύματι ἔχαιρες τρανῶς, καὶ ὕμνοις ταύτης τὴν δόξαν ἀνύμνησας, Μελέτιε Πάτερ σοφέ· διό σοι πόθῳ μελῳδοῦμεν·
Χαῖρε, τῆς Λάρδου ἡ εὐκοσμία·
χαῖρε, τῆς Ῥόδου ἡ προστασία.
Χαῖρε, καθαιρέτης δαιμόνων ἀήττητος·
χαῖρε, ποδηγέτης ἀνθρώπων πολύσοφος.
Χαῖρε, βιοτὴν ἰσάγγελον ἐν τῷ κόσμῳ μετελθών·
χαῖρε, ἀρετῶν τὴν κλίμακα τῇ ἀσκήσει ἀνελθών.
Χαῖρε, ὅτι καθεῖλες τῆς σαρκὸς τὰς ἐπάρσεις·
χαῖρε, ὅτι ἀνεῖλες τῶν παθῶν τὰς κινήσεις.
Χαῖρε, Χριστοῦ πιστὸς ὑπηρέτης·
χαῖρε, ἡμῶν θερμὸς παραστάτης.
Χαῖρε, σεπτὴ χελιδὼν ἐμμελείας·
χαῖρε, τρυγὼν οὐρανῶν βασιλείας.
Χαίροις, Πάτερ Μελέτιε.

Μυστικῆς εὐφροσύνης, πληρωθείς τὴν καρδίαν, τῇ ξένῃ τῆς Εἰκόνος εὑρέσει, τῇ Θεοτόκῳ θεῖον Ναόν, ἐν Ὑψενῇ θεομάκαρ ἀνήγειρας, ἐν ᾧ αὐτὴν ἐνίδρυσας, ὡς ἄνασσαν ἐν θρόνῳ κράζων· Ἀλληλούϊα.

Νόμου ἐπουρανίου, λαμπρυνθεὶς τῇ μελέτῃ, ὡς ἄστρον ἐξανέτειλας Πάτερ, ἐξ Ὑψενῆς λαμπρῶς τῆς Μονῆς, τῆς διδαχῆς σου ἀκτῖσι Μελέτιε, καταπυρσεύων τὰς ψυχάς, τῶν εὐσεβῶς σοι μελῳδούντων·
Χαῖρε, ὁ δόναξ τῆς ἀληθείας·
χαῖρε, ἡ νάβλα τῆς εὐτονίας.
Χαῖρε, Θεοτόκου θεράπων ὁ γνήσιος·
χαῖρε, τοῦ Κυρίου ὁ ἔνθους ὑπήκοος
Χαῖρε, γνώμων ὁ εὐθύτατος βιοτῆς θεοφιλοῦς·
χαῖρε, τύπος ἀπαράμιλλος πολιτείας ἀληθοῦς.
Χαῖρε, ὅτι τὸν κόσμον ὁλικῶς ἀπηρνήθης·
χαῖρε, ὅτι τῶν κάτω τῇ ἀσκήσει ἐπήρθης.
Χαῖρε, θερμὴ πασχόντων βοήθεια·
χαῖρε, στεῤῥὸν ἀνθρώπων ὀχύρωμα.
Χαῖρε, ψυχῶν ἀληθὴς θυμηδία·
χαῖρε, πολλῶν ἀγαθῶν χορηγία.
Χαίροις, Πάτερ Μελέτιε.

Ξενοτρόπῳ σου βίῳ, διαλάμπων τοῦ σκότους, τὸν ἄρχοντα κατῄσχυνας Πάτερ, ὃς φρυάξας δεινῶς κατὰ σοῦ, ταλαιπωρίας πικραῖς σε ὑπέβαλλε, καὶ ἀνυποίστοις θλίψεσιν, ἐν αἷς Μελέτιε ἐβόας· Ἀλληλούϊα.

Ο῾λικῶς προσανέχων, τῷ Χριστῷ οὐκ ἐσείσθης, φορᾷ συκοφαντίας ἀτίμου, ἀλλ᾿ ἐν αὐτῇ ὑπομείνας στεῤῥῶς, ὡς καρτερίας ἀδάμας ἐξέπληξας, τῆς Ῥόδου τὸν Ἐπίσκοπον, καὶ τοῦτον ἔπεισας βοᾷν σοι·
Χαῖρε, τὸ κῦδος τῶν μοναζόντων·
χαῖρε, τὸ καύχημα τῶν Δικαίων.
Χαῖρε, σωφροσύνης ἐξαίσιον σκήνωμα·
χαῖρε, παρθενίας θεόκτιστον οἴκημα.
Χαῖρε, βίον ἀγγελότροπον ἐξασκήσας ἐμμελῶς·
χαῖρε, πλοῦτον θεοδώρητον θησαυρίσας ἱερῶς.
Χαῖρε, ὁ ἀπὸ ῥίζης εὐσεβοῦς ἐκβλαστήσας·
χαῖρε, ὁ τὴν ψυχήν σου ἐγκρατείᾳ νεώσας.
Χαῖρε, Χριστοῦ τερπνὸν καλλιέρημα·
χαῖρε, ἠθῶν σωτηρίου θησαύρισμα.
Χαῖρε, πιστῶν διδάσκαλος κράτιστος·
χαῖρε, προστάτης πάντων ἀκοίμητος.
Χαίροις, Πάτερ Μελέτιε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τῷ ξένῳ, τῆς σῆς ὑπερφυοῦς καρτερίας· σὺ γὰρ τῆς πονηρᾶς γυναικός, τὴν κατὰ σοῦ ὡς ὑπέστης ἐπίθεσιν, διὰ ῥημάτων ἀναιδῶν, ἀκλόνητος ἔστης κραυγάζων· Ἀλληλούϊα.

Ρ῾ώμῃ τοῦ Παρακλήτου, ὑπομείνας ἀνδρείως, Μελέτιε τοῦ βίου τὰς θλίψεις, κατὰ τῶν δαιμονίων ἰσχύν, ἔλαβες θείαν καὶ τούτων τῆς μάστιγος, Πάτερ πολλοὺς ἀπήλλαξας· διὸ νῦν παρ᾿ ἡμῶν ἀκούεις·
Χαῖρε, ὁ πλήρης ἐνθέου ζήλου·
χαῖρε, ὁ ἔμπλεως θείου πόθου.
Χαῖρε, ὁ ἀπλάστῳ καρδίᾳ κοσμούμενος·
χαῖρε, ὁ ἀμέμπτῳ ψυχῇ καλλυνόμενος.
Χαῖρε, ὅτι ἐνουθέτησας τοὺς ἀνθρώπους συμπαθῶς·
χαῖρε, ὅτι ἐξουδένωσας τοὺς τῆς Ἄγαρ εὐθαρσῶς.
Χαῖρε, Πάτερ Πατέρων ὁ λαμπρὸς ἰχνηλάτης·
χαῖρε, Πάτερ Ἀγγέλων ὁ κλεινὸς συμπολίτης.
Χαῖρε, ἐχθροῦ πατήσας τὰ ἔνεδρα·
χαῖρε, Χριστοῦ δοξάσας τὸ ὄνομα.
Χαῖρε, τῆς νήσου Ῥόδου κοσμήτωρ·
χαῖρε, Μονῆς σου ταχὺς ἀντιλήπτωρ.
Χαίροις, Πάτερ Μελέτιε.

Στέφος ἀθανασίας, ὑπεδέξω ἀξίως, Μελέτιε ἀκτίστῳ παλάμῃ· σὺ γὰρ τὴν τῶν Ὁσίων ζωήν, ἐν τοῖς ἐσχάτοις καιροῖς μιμησάμενος, τῇ προαιρέσει τῷ Χριστῷ, Μάρτυς προσήχθης, ᾧ βοῶμεν· Ἀλληλούϊα.

Τὸν σὸν πάντιμον σκῆνος, Ῥόδου ὁ Ποιμενάρχης, Μελέτιε συστείλας ἐν φόβῳ, ἐν τῷ τῆς Παναχράντου Ναῷ, τοῦτο ἐκήδευσεν ἐκδιηγούμενος, τοῦ τέλους σου τὸ θαυμαστόν, καὶ ὅλος ἔνθους ἀνεβόα·
Χαῖρε, τὸ χάρμα τῶν ἐπιγείων·
χαῖρε, τὸ ᾆσμα τῶν οὐρανίων.
Χαῖρε, Ὑψενῆς ὁ ἀκοίμητος πρόμαχος·
χαῖρε, Ὀρθοδόξων ὁ μέγας ὑπέρμαχος.
Χαῖρε, στόμα τὸ ἀσίγητον διδαγμάτων εὐσεβῶν·
χαῖρε, γλῶσσα ἡ πολυφθόγγος νοημάτων ἱερῶν.
Χαῖρε, ὅτι ἐδέξω ἀφθαρσίας στεφάνους·
χαῖρε, ὅτι ἐγένου οὐρανῶν κληρονόμος.
Χαῖρε, Χριστοῦ δεξάμενος ἔρωτα·
χαῖρε, ἡμῖν δωρούμενος χάριτας.
Χαῖρε, Θεῷ λειτουργήσας ἀξίως·
χαῖρε, αὐτὸν θεραπεύσας ὁσίως.
Χαίροις, Πάτερ Μελέτιε.

Υ῞μνοις σε εὐφημοῦμεν, τῶν πιστῶν αἱ χορεῖαι, Μελέτιε Ὁσίων τὸ κλέος, καὶ προσπίπτομεν πόθῳ ψυχῆς, τῇ τῶν ἁγίων λειψάνων σου λάρνακι, ἐξ ἧς πηγάζεις ποταμούς, θαυμάτων τοῖς ἀναβοῶσιν· Ἀλληλούϊα.

Φῶς οἰκήσας τὸ θεῖον, καὶ Θεοῦ ἐν ὑψίστοις, τῇ θέᾳ εὐφραινόμενος Πάτερ, σὺν Ἁγίων πάντων τοῖς χοροῖς, τῶν ὑπὲρ νοῦν σου θαυμάτων Μελέτιε, ταῖς νοηταῖς μαρμαρυγαῖς, φωτίζεις τοὺς πιστῶς βοῶντας·
Χαῖρε, φωτὸς εὐαγὲς δοχεῖον·
χαῖρε, ζωῆς ἀγαθῶν ταμεῖον.
Χαῖρε, ἐν τῷ λόγῳ θεόπνους καὶ πάνσοφος·
χαῖρε, ἐν τοῖς ἔργοις θεόφρων καὶ ἄριστος.
Χαῖρε, ὕψος ὁσιότητος διὰ πάσης ἀρετῆς·
χαῖρε, πλάτος ἁγιότητος δι᾿ ὁσίας ἀγωγῆς.
Χαῖρε, τῶν ἀσθενούντων ἰατρὸς ὁ πανάριστος·
χαῖρε, τῶν θλιβομένων προμηθεὺς ὁ ταχύτατος.
Χαῖρε, ποιμὴν σῆς ποίμνης ἀνύστακτος·
χαῖρε, πατὴρ σῶν τέκνων φιλόστοργος.
Χαῖρε, ἐχθρὸν ὁ πατάξας ἀλλόφυλον·
χαῖρε, τρυφὴν ὁ πλουτήσας ἀδάπανον.
Χαίροις, Πάτερ Μελέτιε.

Χάριτος δεδεγμένος, δωρεὰς τὰς ἀπείρους, καὶ ἔχων πρὸς Θεὸν παῤῥησίαν, Μελέτιε Πάτερ θαυμαστέ, ὑπὲρ τῆς ποίμνης σου πάντοτε πρέσβευε, καὶ ἐκ παντοίων πειρασμῶν, ῥῦσαι τοὺς ἐκ ψυχῆς βοῶντας· Ἀλληλούϊα.

Ψαλμικῶς ὑπομείνας, ἐν πολλῇ ταπεινώσει, τὸν Κύριον Μελέτιε Πάτερ, αὐτός σοι προσέσχε ὡς Θεός, καὶ δωρεῶν οὐρανίων ἐπλήρωσε, δι᾿ ὧν εὐφραίνεις τὰς ψυχάς, τῶν ἐκ καρδίας σοι λεγόντων·
Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας·
χαῖρε, τὸ ρεῖθρον τῆς συμπαθείας.
Χαῖρε, ἀθυμούντων ὀξεῖα παράκλησις·
χαῖρε, ἀσθενούντων ταχεῖα ἀνάῤῥωσις.
Χαῖρε, ὅτι τοὺς ὑμνοῦντάς σε ἁγιάζεις μυστικῶς·
χαῖρε, ὅτι τοὺς τιμῶντάς σε διασῴζεις ἐκ δεινῶν.
Χαῖρε, ὅτι αὐγάζεις φιλοσίων τοὺς δήμους·
χαῖρε, ὅτι φωτίζεις μοναζόντων τὰ στίφη.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατῄσχυνται·
χαῖρε, δι᾿ οὗ ἡ χάρις βραβεύεται.
Χαῖρε, πιστῶν εἰσακούων δεήσεις·
χαῖρε, ἡμῶν ἐκπληρῶν τὰς αἰτήσεις.
Χαίροις, Πάτερ Μελέτιε.

Ω῏ Μελέτιε Πάτερ, μοναζόντων ἀκρότης, Μονῆς τῆς Ὑψενῆς ὁ δομήτωρ (ἐκ γ΄) τὴν τῶν ὕμνων ταύτην προσφοράν, ὡς εὐμενὴς ἱκετεύομεν πρόσδεξαι, καὶ ἐκ παντοίων πειρασμῶν, ῥῦσαι τοὺς τῷ Θεῷ βοῶντας· Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον.

Δίστιχον.
Κύριλλος Μελέτιε χαῖρέ σοι κράζει,
῝Ον εὐχαῖς σου λύτρωσαι πάσης ἀνάγκης.

 

 

Share: