Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Εκλογή (Κύριλλος ο Λούκαρις)


ΕΚΛΟΓΗ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΕΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ
ΚΥΡΙΛΛΟΝ ΤΟΝ ΛΟΥΚΑΡΙΝ

Τὴν οἰκουμένην. Ἀλληλούϊα.

Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Χαίροις μακάριε Κύριλλε, Πατριαρχῶν ἡ καλλονή, καὶ Μαρτύρων τὸ καύχημα, ὁ ταχὺς ἀντιλήπτωρ, τῶν πιστῶς εὐφημούντων σε. Ἀλληλούϊα.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις θεόσοφε Κύριλλε, τῆς Κρητονήσου ὁ βλαστός, Ἀγκαράθου τὸ καύχημα, Ἐκκλησίας ἡ δόξα, καὶ τῆς πίστεως στήριγμα. Ἀλληλούϊα.

Δεῦτε τέκνα ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ἡμᾶς.

Χαίροις πολύαθλε Κύριλλε, ὁ ἐκ νεότητος θερμῶς, ἀγαπήσας τὸν Κύριον, καὶ ἐπ̉ ὤμων βαστάσας, τὸν Σταυρὸν διὰ βίου σου. Ἀλληλούϊα.

Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Χαίροις γεράσμιε Κύριλλε, ὁ Μελετίου τοῦ Πηγᾶ, μαθητὴς καὶ ὁμότροπος, ὁ καλῶς Ἐκκλησίας, κυβερνήσας τοὺς οἴακας. Ἀλληλούϊα.

Οὐκ ἐκάθησα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω.

Χαίροις πανένδοξε Κύριλλε, ὁ τῆς Κυρίας Ὀρφανῆς, ἀληθῶς υἱὸς γνήσιος, ὁ τῷ βίῳ σου ταύτης, μεγαλύνας τὸ ὄνομα. Ἀλληλούϊα.

Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθήσω.

Χαίροις τρισόλβιε Κύριλλε, Ὀρθοδοξίας ὁ φωστήρ, καὶ ὑπέρμαχος μέγιστος, ὁ ἑσμὸν κακοδόξων, διαλύσας τοῖς ἄθλοις σου. Ἀλληλούϊα.

Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χαίροις θεόληπτε Κύριλλε, Ἀλεξανδρείας ὁ ποιμήν, καὶ θεόκριτος πρόεδρος, ὁ Πατέρων τῶν πάλαι, ζηλωτὴς καὶ ὁμότιμος. Ἀλληλούϊα.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται.

Χαίροις τρισένδοξε Κύριλλε, ὁ ἐπὶ θρόνου εὐκλεοῦς, τῆς Κωνσταντινουπόλεως, διαπρέψας ἐνθέως, εἰς λαοῦ περιποίησιν· Ἀλληλούϊα.

Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.

Χαίροις πανεύφημε Κύριλλε, ὁ οἰκουμένην διδαχῶν, καταυγάσας ταῖς λάμψεσι, καὶ ἀνδρῶν ἀσεβείας, ἀμαυρώσας τὰ πρόσωπα· Ἀλληλούϊα.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσίοί σου ἀγαλλιάσονται.

Χαίροις περίδοξε Κύριλλε, ὁ πρὸς σωτήριον νομήν, εὐσεβείας καὶ πίστεως, τὸν λαόν σου ποιμάνας, ὡς ποιμὴν χριστομίμητος· Ἀλληλούϊα.

Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Χαίροις ἐξάκουστε Κύριλλε, ὁ δυσμενῶν Ἀγαρηνῶν, τὰς βουλὰς τροπωσάμενος, ὡς Μαρτύρων τελέσας, καρτερῶς τὸ ἀγώνισμα· Ἀλληλούϊα.

Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.

Χαίροις οὐράνιε Κύριλλε, ὁ ἀπηνῶς στραγγαλισθείς, ὡς τῆς ποίμνης κηδόμενος, καὶ ζωῆς αἰωνίου, δωρεὰς κληρωσάμενος· Ἀλληλούϊα.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις θεσπέσιε Κύριλλε, ὁ ἐκ Θεοῦ ἀπολαβών, ἀφθαρσίας διάδημα· πρέσβευε οὖν ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε· Ἀλληλούϊα.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις ἰσάγγελε Κύριλλε, χοροστασίαις ὁ συνών, τῶν ἀΰλων Δυνάμεων· ἱλασμὸν οὖν ἐξαίτει, παρὰ Θεοῦ τοῖς τιμῶσί σε. Ἀλληλούϊα.

Δόξα. Καὶ νῦν Ἀλληλούϊα.

Share: