ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ
ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΚΑΘΟΛΙΚΗΣ»
Ψαλλομένη τῇ ΚΓ΄ Αὐγούστου
Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου
ΕΝ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον Ῥόδος χορεύει, εὐφήμως ἄγουσα, τὴν Σύναξιν Παρθένε, τῆς σεπτῆς σου Εἰκόνος, καὶ πόθῳ σοι κραυγάζει· Καθολική, Παναμώμητε Δέσποινα, μὴ ἐπιλάθῃ λαοῦ σου τοῦ εὐσεβοῦς, μακαρίζοντός σε πάντοτε.
Ε᾿ν τῇ σεπτῇ σου Εἰκόνι, καθάπερ ἄνασσα, δείκνυσαι λαμπροφόρος, τὸν Δεσπότην τῶν ὅλων, βαστάζουσα ἐν κόλποις Καθολική, Παντευλόγητε Δέσποινα. Ὅθεν αὐτὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν Σύναξιν.
Τῆς χάριτός σου Παρθένε, πηγὴ ἀκένωτος, ὡς ἀληθῶς ὑπάρχει, ἡ ἁγία Εἰκών σου, ἣν πόθῳ ἀσπαζόμενοι οἱ πιστοί, χαρμοσύνως βοῶμέν σοι· Χαῖρε ἀφράστως ἡ τέξασα τὸν Θεόν, εἰς ἀνθρώπων ἀπολύτρωσιν.
Τοὺς καταφεύγοντας Μῆτερ, τῷ θείῳ οἴκῳ σου, καὶ προσκυνοῦντας πόθῳ, τὴν σεπτήν σου Εἰκόνα, διάσωσον Κυρία Καθολική, ἀπὸ πάσης κακώσεως, καὶ συμφορῶν καὶ κινδύνων παντοδαπῶν, ὡς φιλεύσπλαγχνος ὑπάρχουσα.
Δόξα. Ἦχος β΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, ἐν τῷ Ναῷ τῆς Θεοτόκου συνελθόντες, πνευματικῶς χορεύσωμεν, καὶ τὴν ἁγίαν Εἰκόνα αὐτῆς, ἐν κατανύξει ἀσπασώμεθα· πηγάζει γὰρ δαψιλῶς, τῶν ἰαμάτων τὰ νάματα, καί ψυχικὴν σωτηρίαν ἀπεργάζεται, τοῖς εὐλαβῶς ἀναβοῶσι· Χαῖρε Κεχαριτωμένη, Καθολικὴ Κυρία Θεονύμφευτε, ὁ Κύριος μετὰ σοῦ, δωρούμενος ἡμῖν, διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἀνατολίου.
Η῾ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα· ἡ δι᾿ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀιδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, προσπέσωμεν τῇ θείᾳ, Εἰκόνι τῆς Παρθένου, ἐκεῖθεν ἀπαντλοῦντες, τῆς χάριτος τὰ νάματα.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δέσποινα ἀγαθή, Καθολικὴ Κυρία, τῆς Ῥόδου προστασία, διάσῳζε ἐκ πάσης, ἐπιβουλῆς τὴν ποίμνην σου.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Τέρπεται εὐσεβῶς, ἡ τῶν Ῥοδίων νῆσος, ὡς θησαυρὸν πλουτοῦσα, τὴν θείαν σου Εἰκόνα, Καθολικὴ Παντάνασσα.
Δόξα. Ἦχος γ΄.
Τῆς μητρικῆς σου χάριτος, τὰς σωτηρίους ἐνεργείας καρπούμενοι, εὐχαριστήριον αἶνόν σοι ᾄδομεν, Καθολικὴ Παρθένε Θεονύμφευτε· πᾶσι γὰρ εὐσπλάγχνως, παρέχεις τὰ κρείττονα, καὶ ἀπὸ κινδύνων διασῴζεις, τοὺς προστρέχοντας τῷ Ναῷ σου, καὶ τιμῶντας Μορφῆς σου τὸ ἐκτύπωμα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Γερμανοῦ.
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν, τῆς Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο. Ὅθεν τῇ ἁγίᾳ Κοιμήσει αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς δ΄, δευτεροῦντες τὸ α΄, καὶ τῆς ἁγίας Εἰκόνος δ΄, τὰ κάτωθι.
Τῆς Ἑορτῆς. Ἦχος α΄. Αὐτόμελον.
Ω῍ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν σῶν μυστηρίων Ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάρισι. Παρθένοι σὺν τῇ Μητρί, τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι Θρόνοι Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς, ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Ἕτερα τῆς ἁγίας Εἰκόνος. Ὅμοια.
Ω῍ τοῦ παραδόξου θαύματος! Ἡ σεπτή σου Εἰκών, πλούτῳ εὐσπλαγχνίας σου, ὑπάρχει Καθολική, κρήνη οὐράνιος, ἐκβλύζουσα δαψιλῶς, τῶν ὑπὲρ νοῦν πολλαπλῶν χαρισμάτων σου, τὸ ὕδωρ τὸ ζωηρόν, τοῖς ἀκορέστῳ ἀγάπῃ βοῶσί σοι· Κεχαριτωμένη χαῖρε, Μῆτερ Παντευλόγητε, προστασία καὶ σκέπῃ, τῶν πιστῶς μακαριζόντων σε.
Βαβαὶ τῶν σῶν μυστηρίων Ἁγνή! τὴν σὴν γὰρ Εἰκόνα, ὑπερεθαυμάστωσας, Κυρία Καθολική, τῇ σῇ χρηστότητι· ἐντεῦθεν οἱ εὐσεβεῖς, πύργον ἰσχύος αὐτὴν καὶ κραταίωμα, εὑράμενοι ἀληθῶς, τοῖς θαυμασίοις σου αἶνον προσᾴδομεν, χαῖρε Μῆτερ ἐκβοῶντες, τῶν πιστῶς ἀντίληψις, καὶ βοήθεια πάντων, τῶν πιστῶς μακαριζόντων σε.
Τὴν σὴν Εἰκόνα Πανάχραντε, τῶν Ῥοδίων δῆμοι, τιμῶμεν καὶ σέβομεν, ὑμνοῦντες Καθολική, τὰ μεγαλεῖά σου· ἐκλάμπει γὰρ μυστικῶς, τῇ φωταυγείᾳ τῆς ἄνωθεν χάριτος, φωτίζουσα τὰς ψυχάς, τῶν ἐκ βαθέων καρδίας βοώντων σοι· Κεχαριτωμένη χαῖρε, Μῆτερ Παναμώμητε, ἡ φθορᾶς τὸν λαόν σου, πάσης θλίψεως ἐξαίρουσα.
Δεῦρο τῶν Ῥοδίων ἄθροισμα, εὐσεβῶς ἐν ὕμνοις, τὴν Εἰκόνα σήμερον, Μητρὸς τῆς Καθολικῆς, πάντες τιμήσωμεν· θαυμάτων γὰρ ἀληθῶς, ὡς ἐνεργοῦσα ἀεὶ τὰ τεράστια, εὐφραίνει πνευματικῶς, τοὺς προσιόντας αὐτῇ καὶ κραυγάζοντας· Κεχαριτωμένη χαῖρε, Κόρη Ἀειπάρθενε, καταφύγιον θεῖον, τοῦ λαοῦ σου καὶ διάσωσμα.
Δόξα. Καὶ νῦν. Ἦχος α΄.
Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. α΄.
Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος, ἐξόχως ἠσπάζοντο.
Ἦχος β΄.
Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ Δεσπότῃ παραγενόμεναι,
Ἦχος πλ. β΄.
Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι, τῷ δέει κρατούμεναι· ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις ταξιαρχίαις· Ἰδοὺ ἡ παντάνασσα Θεόπαις παραγέγονεν.
Ἦχος γ΄.
Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε, τὴν τοῦ ἀεννάου φωτὸς Μητέρα.
Ἦχος βαρύς.
Διὰ ταύτης γὰρ ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν· ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν, καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος δ΄.
Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ΄.
Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν νεολαίαν σου· τὴν σὴν γὰρ προστασίαν κεκτήμεθα.
Ἦχος α΄.
Εἰς τοὺς αἰῶνας, ἀγλαοφανῶς μακαρίζοντες.
Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄, 10-17)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ ἐπὶ λίβα, καὶ ἐπὶ βοῤῥᾶν, καὶ ἐπ᾿ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄, 27-μδ΄, 4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ, τοῦ φαγεῖν ἄρτον ἐναντίον Κυρίου. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος τοῦ Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄, 1-11)
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε· καὶ ζητήσατε φρόνησιν, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.
Ἦχος α΄.
Παρθενικὴ πανήγυρις, σήμερον ὦ φιλέορτοι· σκιρτήσωμεν ἐν ἀγαλλιάσει, καὶ εὐφρανθῶμεν τῷ πνεύματι· συνεκάλεσε γὰρ ἡμᾶς, ἡ Κεχαριτωμένη Θεοτόκος, ἡ πύλη τῆς ἐν σαρκὶ ἀνατολῆς, τοῦ Βασιλέως τοῦ μεγάλου, τὸν φωτισμὸν τῆς χάριτος ἐξανατέλλουσα, ἐκ τῆς ἁγίας Εἰκόνος αὐτῆς, τοῖς εὐσεβῶς ἀναβοῶσι· Χαῖρε Κεχαριτωμένη, Καθολικὴ Παρθένε Ἀπειρόγαμε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Η῾ Ἀπειρόγαμος Μήτηρ, καὶ ὑψηλοτέρα τῶν ἄνω Δυνάμεων, τὴν πάντιμον Εἰκόνα αὐτῆς, προτίθεται σήμερον ἡμῖν, εἰς πνευματικὴν χαρὰν καὶ εὐωχίαν. Δεῦτε οὖν εὐφρανθῶμεν οἱ πιστοί, ἐξ αὐτῆς τῆς Παρθένου τὴν χάριν, ὡς ἐξ ἀκενώτου πηγῆς ἀπαρυόμενοι, καὶ εὐλαβῶς ἀναβοήσωμεν· Χαῖρε Καθολικὴ Κεχαριτωμένη, τῆς Κρεμαστῆς τὸ καύχημα, καὶ τῆς Ῥόδου τὸ ἀγλάϊσμα· σκέπε ἀεὶ τὴν μερίδα σου, τῇ φωτοφόρῳ νεφέλῃ, τῆς φοβερᾶς προστασίας σου.
Ἦχος β΄.
Τίς σε κατ᾿ ἀξίαν μακαρίσει, Καθολικὴ Κυρία Παντευλόγητε, ὑπὲρ τῆς μητρικῆς σου χρηστότητος, τῆς προχεομένης ἀκαταπαύστως, ἐκ τῆς πανσέπτου Εἰκόνος σου; εὐχαριστοῦντες οὖν, ἀνυμνοῦμέν σε λέγοντες· Χαῖρε ἡ τὸν πάντα πληροῦντα προσδεξαμένη, καὶ χωρήσασα τὸν τοῖς πᾶσιν ἀχώρητον· χαῖρε Παρθένος Κεχαριτωμένη, ἡ νικήσασα τῆς Ἐδὲμ τὸν Παράδεισον· χαῖρε ἡ Θεὸν κατὰ σάρκα γεωργήσασα, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην τῷ κόσμῳ καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Θεονύμφευτε Δέσποινα, Καθολικὴ Μαρία Ἀπειρόγαμε, ἐκ δυσχερῶν κινδύνων καὶ θλίψεων, λύτρωσαι ὡς ἀγαθὴ τὸν λαόν σου, προσπίπτοντα τῇ ἁγίᾳ Εἰκόνι σου· πρυτανεῖον γὰρ αὐτήν, τῆς μητρικῆς κηδεμονίας σου, ἀνέδειξας τοῖς κραυγάζουσι· Χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· Εὐλογημένη σὺ ἐν γυναιξί, ἡ τὴν εὐλογίαν τοῖς ἀνθρώποις ἀνατείλασα, καὶ ἀποτεκοῦσα ἀνυμφεύτως, Χριστὸν τὸν Φιλάνθρωπον, καὶ Σωτῆρα τῶν ὑμνούντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Θεοτόκε Ἀειπάρθενε, τὴν ἄβυσσον τῆς περὶ ἡμᾶς θαυμαστῆς εὐσπλαγχνίας σου, πῶς μὴ θαυμάσωμεν οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι; πηγὴν γὰρ ἰαμάτων ἀνεξάντλητον, τὴν τιμίαν Εἰκόνα σου ἀνέδειξας, ἐπισκιάσει τῆς μητρικῆς σου ἀντιλήψεως. Διὸ προστρέχοντες αὐτῇ, τῶν νοσημάτων τὰς ἰάσεις λαμβάνομεν, καὶ μυστικῆς εὐφροσύνης πληρούμεθα, ἐν τῷ ἁγίῳ Ναῷ σου συναθροισθέντες, καὶ ἐν ἀγαλλιάσει κραυγάζοντες· Χαῖρε Κεχαριτωμένη Παρθένε, Καθολικὴ Κυρία Παναμώμητε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Θεοφάνους.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα· δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανὸς ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν, τὸν ἐν πᾶσι μὴ χωρούμενον· καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτὴν δεόμενοι· Συγγενοῦς οἰκειότητος, μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, ψάλλομεν πρῶτον τὸ Ἰδιόμελον τῆς Ἑορτῆς.
Ἦχος δ΄.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον Ἁγνήν, ἐξ ἧς ἀῤῥήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί. Μακαρία ἡ γαστὴρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσὶ τὴν ψυχὴν παραθεμένη, πρέσβευε Ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα Στιχηρὰ προσόμοια τῆς ἁγίας Εἰκόνος, τὰ κάτωθι.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Χαίροις Θεοκυῆτορ Ἁγνή, τῆς σωτηρίας ἡ κυπρίζουσα ἄμπελος, καὶ πύλη ἡ κεκλεισμένη, δι᾿ ἧς διῆλθεν Θεός, τῆς κατάρας σῴζων τὸ ἀνθρώπινον· θυγάτηρ ἡ πάγκαλος, τοῦ Ἀδὰμ τοῦ προπάτορος, ἡ ἐκ τῆς ῥίζης, Ἰεσσαὶ ἐξανθήσασα, καὶ πληρώσασα, εὐωδίας τὰ σύμπαντα· Μήτηρ ἡ Ἀπειρόγαμος, Χριστοῦ τοῦ Παντάνακτος, ὡς ἡ Εἰκών σου ἐκφαίνει, Καθολικὴ ἡ ὑπέρτιμος· ἐξ ἧς τῷ λαῷ σου, ἀναβλύζουσα μὴ παύσῃ, ἀεὶ τὴν χάριν σου.
Στίχ. Ἀνάστηθι Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.
Χαίροις Θεοκυῆτορ Ἁγνή, οἰκονομίας τοῦ Θεοῦ τὸ κειμήλιον, ἡ πέτρα τοῦ μαργαρίτου, τοῦ μυστικοῦ τῆς ζωῆς, ἀγαθῶν ἡ ῥίζα ἡ θεόβλαστος· νυμφὼν ὁ ὑπέρλαμπρος, τοῦ τὰ πάντα ποιήσαντος, ἀθανασίας, ὁ εὐώδης παράδεισος, ἡ οὐράνιος, τῆς ζωῆς θεία τράπεζα· θρόνος ὁ ἁγιώτατος, Χριστοῦ τοῦ Παντάνακτος, ὡς μαρτυρεῖ ἡ Εἰκών σου, Καθολικὴ ἡ ὑπέρτιμος· ἐξ ἧς ἡμῖν δίδου, δωρεὰς τὰς σωτηρίους, τῆς εὐσπλαγχνίας σου.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χαίρει Καθολικὴ ἐπὶ σοί, ἡ τῶν Ῥοδίων σεβασμία Μητρόπολις, Εἰκόνος σου τῆς ἁγίας, τὴν φωταυγῆ ἑορτήν, ἐν ἀγαλλιάσει ἑορτάζουσα· αὐτὴν γὰρ Πανάχραντε, τῇ σεπτῇ εὐδοκίᾳ σου, πύργον ἰσχύος, καὶ κραταίωμα ἄῤῤηκτον, καὶ προπύργιον, ἀκατάβλητον εὕρατο. Ὅθεν τοῖς μεγαλείοις σου, τὸν αἶνον προσᾴδουσα, τοῦ Ἀρχαγγέλου τὸ Χαῖρε, ἀξιοχρέως κραυγάζει σοι· Ἁγνὴ χαῖρε Μῆτερ, τῶν ἀνθρώπων παῤῥησία, πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Ἦχος δ΄.
Ω῾ς ζωηφόρον πηγὴν ἁγιάσματος, Θεοτόκε Πανάχραντε, τὴν πάνσεπτον Εἰκόνα σου, τῶν Ῥοδίων ἡ νῆσος κεκτημένη, φαιδρύνεται σήμερον πανηγυρίζουσα, καὶ τὸ πλῆθος τῶν θαυμάτων σου κηρύττουσα, κραυγάζει σοι ἐν εὐχαρίστῳ φωνῇ· Χαῖρε Θεομῆτορ, ἄνθος εὐῶδες καὶ ἀμάραντον· Χαῖρε Κεχαριτωμένη, τὸ καύχημα τοῦ γένους ἡμῶν, καὶ κοινὴ τῶν ἀνθρώπων ἀγαλλίασις· Χαῖρε Καθολικὴ Παρθένε Ἁγνή, ἡ τῶν προστρεχόντων σοι σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ο῞τε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία, τῶν Θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός ἐκφαντορικαῖς θεολογίαις, ὑμνολογοῦντες τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον· καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον Πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι, καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν· δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι Πανύμνητε· Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.
Ἦχος α΄.
Ε᾿ν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.
Ω῾ς πηγὴν ζωηφόρον, τῆς θερμῆς εὐσπλαγχνίας σου, καὶ θαυμάτων θεῖον ταμεῖον, τὴν ἁγίαν Εἰκόνα σου, ἀνέδειξας ἡμῖν τοῖς ταπεινοῖς, Κυρία Μαριὰμ Καθολική, ἐξ ἧς χάριτος τρυγῶντες τὰς δωρεάς, βοῶμέν σοι ὁμοφώνως· Χαῖρε τῆς οἰκουμένης ἡ χαρά· χαῖρε τῆς Ῥόδου καύχημα· χαῖρε καταφυγὴ τῶν εὐσεβῶν, καὶ ἀγαλλίαμα.
Καὶ νῦν. Πάλιν τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε σήμερον πιστοί, ἀγαλλιώμενοι φαιδρῶς, τῇ Εἰκόνι τῇ σεπτῇ, τῆς Παναχράντου Μαριάμ, ἐν εὐλαβείᾳ προσπέσωμεν ἐκβοῶντες· Μῆτερ τοῦ Θεοῦ, Παντευλόγητε, δεῦρο εὐμενῶς, διασῴζουσα, ἀπὸ κινδύνων, θλίψεων καὶ νόσων, τοὺς ἐκ καρδίας βοῶντάς σοι· Παρθένε χαῖρε, τῆς ἀφθαρσίας, τὸ ἀμάραντον ἄνθος.
Δόξα. Ὅμοιον.
Η῾ ἁγία σου Εἰκών, θαυμαστωθεῖσα ἀληθῶς, μητρικῶν σου ἀγαθῶν, τὰς ὑπὲρ λόγον δωρεάς, Καθολικὴ ἀναβλύζει τοῖς προσιοῦσιν. Ὅθεν ἐν Ναῷ, τῷ πανσέπτῳ σου, σπεύδοντες Ἁγνή, εὐφημοῦμέν σε, καὶ ἐν χαρᾷ σὺν δέει τοῦ Ἀγγέλου, τὸν ἀσπασμόν σοι προσᾴδομεν· Παρθένε χαῖρε, Εὐλογημένη, τῶν ἀνθρώπων ἡ σκέπη.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Α᾽ναβόησον Δαυΐδ, τίς ἡ παροῦσα Ἑορτή; ῝Ην ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καί Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι μητέρες, καὶ θυγατέρες, καὶ νύμφαι Χριστοῦ, βοῶσαι˙ Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτηρ.
Θαυμάτων ἱερόν, ἀναδέδεικται σκεῦος, Ἁγνὴ Καθολική, ἡ ἁγία Εἰκών σου, ᾗ πίστει καταφεύγοντες, τὰς ἰάσεις λαμβάνομεν, καὶ ὑμνοῦμέν σε, τὴν τὸν Δεσπότην τοῦ κόσμου, σωματώσασαν, παρθενικῶν ἐξ αἱμάτων, δι᾿ ἄφατον ἔλεος.
Δόξα. Ὅμοιον.
Ο῾ θεῖός σου Ναός, ὡς παράδεισος ἄλλος, γνωρίζεται ἡμῖν, ὥσπερ εὔοσμον ῥόδον, τὴν πάνσεπτον Εἰκόνα σου, μέσον ἔχων Πανάχραντε, διαπνέουσαν, τὴν μυστικὴν εὐωδίαν, τῶν χαρίτων σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ο῾ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε˙ οἷς συνύμνησαν, καὶ τῶν Ἀγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες˙ ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Η῾ θαυματόβρυτος, Εἰκών σου Ἄχραντε, τῆς εὐσπλαγχνίας σου, τῷ θείῳ ὕδατι, ἀρδευομένη μυστικῶς, ὡς βρύσις ἀναπηγάζει, πᾶσι τῶν ἰάσεων, τὰ ζωήῤῥυτα νάματα, βόρβορον ξηραίνουσα, νοσημάτων καὶ θλίψεων. Διὸ Καθολική σοι βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα. Ὅμοιον.
Η῾ χαριτόβρυτος, Εἰκών σου Δέσποινα, φωτὶ ἀστράπτουσα, τῶν θαυμασίων σου, καταλαμπρύνει μυστικῶς, τοὺς πόθῳ ἀναβοῶντας· Χαῖρε Θεονύμφευτε, τοῦ Θεοῦ ἡ γεννήτρια· χαῖρε Ἀπειρόγαμε, τῶν πιστῶν τὸ προπύργιον· Ῥοδίων τὸ ἐντρύφημα χαῖρε, Καθολικὴ Εὐλογημένη.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ε᾽ν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος˙ ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος˙ θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε˙ πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι˙ Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον, ζήτει τῇ ιε΄ Αὐγούστου.
Ὁ Ν΄. Δόξα.Ταῖς τῆς Παναχράντου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Σήμερον οἱ πιστοί, ἐν οἴκῳ ἁγίῳ σου συνελθόντες, Καθολικὴ Παρθένε Θεονύμφευτε, τὰ μεγαλεῖα τῆς δόξης σου κηρύττομεν· ἐθαυμάστωσας γὰρ τὴν ἁγίαν σου Εἰκόνα, καὶ ἰατρεῖον ἀνέδειξας αὐτήν, τοῖς προσερχομένοις ἐκ πίστεως καὶ βοῶσι· Χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων ἡμῖν τὸ μέγα ἔλεος.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
Εἶτα οἱ Κανόνες, τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς η΄ καὶ τῆς ἁγίας Εἰκόνος εἰς δ΄. Κανὼν τῆς ἁγίας Εἰκόνος, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ΄ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».
Ὠιδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Η῾μέρα εὐφρόσυνος, Καθολικὴ τῆς Εἰκόνος σου, ἀνέτειλε σήμερον, ἡ παμφαὴς ἑορτή, καταυγάζουσα, πιστῶν χοροστασίας, τῶν ἀνευφημούντων σε, τὴν Ἀειπάρθενον.
Προπύργιον ἄσειστον, Καθολικὴ καὶ ὀχύρωμα, ἡμῖν ἀναδέδεικται, ἡ εὐαγής σου Εἰκών, διασῴζουσα, ἐκ νόσων καὶ κινδύνων, τῇ θείᾳ σου χάριτι, τοὺς προσιόντας σοι.
Η῾ Ῥόδος ἡγίασται, τῆς θαυμασίας Εἰκόνος σου, Παρθένε τῇ χάριτι, καὶ ἀνακράζει πιστῶς· Σκέπε πάντοτε, Καθολικὴ καὶ σῷζε, λαὸν τὸν προστρέχοντα, τῇ προστασίᾳ σου.
Καρπὸν εὐλογίας σε, ὁμολογοῦμεν προσπίπτοντες, τῇ θείᾳ Εἰκόνι σου, Καθολικὴ οἱ πιστοί· σὺ γὰρ τέξασα, τὸν Κτίστην τῶν ἁπάντων, ἐῤῥύσω τὸν ἄνθρωπον, τῆς παραβάσεως.
Ὠιδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, φαιδρὰν συγκροτοῦντας ἑορτήν, τῆς εὐαγοῦς Εἰκόνος σου, ὡς ἀγαθὴ ὑπάρχουσα, Καθολικὴ διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων.
Εἰκὼν σου Παρθένε ἡ τιμία, ἐδόθη ἡμῖν τοῖς ταπεινοῖς, τῆς μητρικῆς προνοίας σου, Καθολικὴ τεκμήριον, εὐεργετοῦσα πάντοτε, τοὺς προσιόντας τοῖς θαύμασι.
Μορφῆς σου Παρθένε θαυμαστώσας, τὸν ἄχραντον τύπον ἐξ αὐτοῦ, παρέχεις τὰ δωρήματα, Καθολικὴ τῆς χάριτος, πνευματικῶς εὐφραίνουσα, τοὺς καυχωμένους τῇ δόξῃ σου.
Υ῾πέρμαχος δεῦρο τῶν θεμένων, ἐν σοὶ τὰς ἐλπίδας εὐλαβῶς, παρισταμένη πάντοτε, Καθολικὴ Μητρόθεε, αὐτοὺς τῶν ἐπιθέσεων, τοῦ δυσμενοῦς διασῴζουσα.
Τὸ Κοντάκιον καὶ ὁ Οἶκος τῆς Ἑορτῆς, εἶτα δὲ τὸ Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα σου, Κυρία Καθολική, θερμῶς ἀσπαζόμεθα, προστρέχοντες οἱ πιστοί, Ναῷ τῷ πανσέπτῳ σου. Πρόφθασον οὖν καὶ ῥῦσαι, ἐκ κινδύνων καὶ νόσων, τοὺς ἐπικαλουμένους, ἐν βεβαίᾳ ἐλπίδι, προστάτιν σε καὶ σκέπην ἀεί, ἐν βίῳ Πανάχραντε.
Δόξα.
Ναός σου ὁ πάνσεπτος, Καθολικὴ ἀληθῶς, παράδεισος δείκνυται, ἔχων ὡς δένδρον ζωῆς, τὴν θείαν Εἰκόνα σου, ἔνθα συναθροισθέντες, ἐν λαμπρᾷ πανηγύρει, ᾄδομεν τῇ σῇ δόξῃ, ἐκ καρδίας τὸν αἶνον. Διὸ ἀπὸ κινδύνων ἡμᾶς, Παρθένε διάσωσον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας, τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν. Ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος Μήτηρ, Χριστοῦ τοῦ Θεοῦ.
Ὠιδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Σκεῦος ἀναδέδεικται φωτοειδές, τῆς ὑπερβαλλούσης προνοίας σου, πρὸς τὸν λαόν σου, ἡ ἁγία σου Εἰκών, Καθολικὴ ἐκβλύζουσα, χύδην ἰαμάτων τὰ νάματα.
Ρ῾όδος κατηξίωται Καθολική, τῆς σωτηριώδους σου χάριτος, καὶ προστασίας, καὶ κραυγάζει σοι πιστῶς· Χαῖρε Μαρία Ἄχραντε, πάντων εὐσεβῶν τὸ διάσωσμα.
Σύναξιν ἑόρτιον Καθολική, ἄγοντες πιστοὶ τῆς Εἰκόνος σου, τὴν μητρικήν σου, ἐκδεχόμεθα στοργήν, ἵνα ῥυσθῶμεν Δέσποινα, τῆς αἰωνιζούσης κολάσεως.
Ρ῾ῦσαι τοὺς προσπίπτοντας Καθολική, τῇ ἡγιασμένῃ Εἰκόνι σου, ἐκ συμπτωμάτων, καὶ κινδύνων χαλεπῶν, ταῖς μητρικαῖς πρεσβείαις σου, πρὸς τὸν σαρκωθέντα ἐκ σπλάγχνων σου.
Ὠιδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ε᾿ξίστανται ἅπαντες, Ἁγνὴ ἐπὶ τῇ χάριτι, τῆς θαυματοβρύτου σου Εἰκόνος· πέλει γὰρ κρήνη, Καθολικὴ νοητή, θαυμάτων ἀπείρων τὴν πηγήν, πάντοτε ἐκβλύζουσα, εἰς πιστῶν περιποίησιν.
Ι᾿σχὺν καὶ ὀχύρωμα, Καθολικὴ κατέχοντες, τὴν θαυμαστωθεῖσαν σου Εἰκόνα, ταύτην τιμῶμεν, ἀναβοῶντες πιστῶς· Χαῖρε Ῥοδονήσου ἡ χαρά, Κρεμαστῆς τὸ καύχημα, καὶ πιστῶν τὸ ἐντρύφημα.
Ναόν σου τὸν πάνσεπτον, Καθολικὴ ἀνέδειξας, μέγα τῶν νοσούντων ἰατρεῖον, ἐν ᾧ ἑστῶτες, ὡς ἐν λειμῶνι τερπνῷ, ψάλλομεν τὸν τόκον σου πιστῶς, δι᾿ οὗ τοῦ προπάτορος, τῆς κατάρας ἐῤῥύσθημεν.
Ι᾿δοὺ Ἀπειρόγαμε, Καθολικὴ προσπίπτομεν, Μορφῆς σου πιστῶς τῷ χαρακτῆρι, καὶ ἐκβοῶμεν, ἐν κατανύξει ψυχῆς· Πρόφθασον καὶ λύτρωσαι ἡμᾶς, ἐκ τῶν ἐπιθέσεων, τοῦ ἐχθροῦ τοῦ ἀλάστορος.
Ὠιδή στ΄. Τὴν θείαν ταύτην.
Τὴν θείαν ταύτην Θεόνυμφε, τελοῦντες ἑορτὴν τῆς Εἰκόνος σου, ἀναβοῶμέν σοι· Σκέπε λαὸν τὸν τιμῶντά σε, Καθολικὴ τῇ σκέπῃ τῆς προστασίας σου.
Χριστὸν τῆς δόξης τὸν ἥλιον, αὐγάσας ἐν τοῦ κόσμου τοῖς πέρασιν, ἡμῖν ἀνάτειλον, τὸ φῶς τῆς ἄνωθεν γνώσεως, Καθολικὴ Παρθένε ἐκ τῆς Εἰκόνος σου.
Γενοῦ ταχεία ἀντίληψις, καὶ τεῖχος ἀῤῥαγὲς ἀπροσμάχητον, τοῖς καταφεύγουσι, Καθολικὴ τῇ Εἰκόνι σου, καὶ εὐλαβῶς ὑμνοῦσι, τὰ μεγαλεῖά σου.
Λαμπρῶς χορεύει τῷ πνεύματι, ἡ Ῥόδος ἡ περίφημος σήμερον, καὶ μακαρίζει σε, Καθολικὴ τὴν Εἰκόνα σου, ὡς θησαυρόν πλουτοῦσα τῶν χαρισμάτων σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Θεοτόκου τὴν σεπτὴν Εἰκόνα σήμερον,
Καθολικῆς τῆς θαυμαστῆς δεῦτε τιμήσωμεν,
ἀναμέλποντες τὸν ὕμνον μετ᾿ εὐφροσύνης·
ὡς πηγὴ γὰρ ζωηφόρος ἁγιάσματος,
ἀναβλύζει θείας χάριτος τὰ νάματα,
τοῖς κραυγάζουσι· Χαῖρε Ῥόδου τὸ καύχημα.
Ὁ Οἶκος.
Α᾿ναφαίρετον ὄλβον, τὴν σεπτήν σου Εἰκόνα, ἡμῖν Καθολικὴ ἐδωρήσω, ἐξ ἧς μητρικῶν σου οἰκτιρμῶν, ὡς ἀγαθὴ τὴν αὐγὴν ἀνατέλλουσα, φωτίζεις ὑπὲρ ἔννοιαν, τοὺς εὐσεβῶς ἀναβοῶντας·
Χαῖρε, δοχεῖον τῆς σωτηρίας·
χαῖρε, ταμεῖον τῆς εὐλογίας.
Χαῖρε, τῆς Τριάδος τὴν δόξαν χωρήσασα·
χαῖρε, τὸν Δεσπότην ἀσπόρως κυήσασα.
Χαῖρε, Κόρη κοσμοσώτειρα, τῶν Ἀγγέλων βασιλίς·
χαῖρε, Μῆτερ ἀπειρόγαμε, τῶν ἀνθρώπων κορωνίς.
Χαῖρε, ὅτι πηγάζεις ποταμοὺς ἰαμάτων·
χαῖρε, ὅτι παρέχεις δωρεὰς χαρισμάτων.
Χαῖρε, ἡμῶν κραταιὰ προστασία·
χαῖρε, πιστῶν ἀσφαλὴς ὁδηγία.
Χαῖρε, δι᾿ ἧς ὁ Κτίστης ἐπέφανε·
χαῖρε, δι᾿ ἧς ἡ χάρις ἐπέλαμψε·
Χαῖρε Ῥόδου τὸ καύχημα.
Μηνολόγιον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνὸς (Αὐγούστου), Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Καθολικῆς», ἧς ἡ ἱερὰ καὶ σεβασμία Εἰκὼν εὕρηται ἐν τῷ φερωνύμῳ Ναῷ, τῷ ἐν Κρεμαστῇ τῆς νήσου Ῥόδου.
Στίχοι.
Ῥόδος ἀγάλλου Καθολικῆς ἐνθέως,
Ἐγκαυχωμένη Εἰκόνι τῇ τιμίᾳ.
Εἰκάδι τρίτῃ τὴν Θεομήτορα Ῥόδος ἀείδει.
Συναξάριον.Αὕτη ἡ θαυματουργὸς καὶ χαριτόβρυτος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας Εἰκὼν εὕρηται ἐν τῷ φερωνύμῳ ἱερῷ καὶ πανσέπτῳ Ναῷ τῆς Θεομήτορος, τῷ ἐν τῇ κωμοπόλει τῆς Κρεμαστῆς τῆς νήσου Ῥόδου κειμένῳ. Ἔλαβε δὲ τὴν ἐπωνυμίαν «Καθολική» ἐν τοῖς χρόνοις τῆς κυριαρχίας ἐπὶ τῆς νήσου τῶν Ἰωαννιτῶν Ἱπποτῶν, ὡς ἀπολαύουσα τότε καθολικῆς, ἤτοι γενικῆς, τιμῆς ἐκ τῶν Ὀρθοδόξων τε κατοίκων καὶ τῶν Λατίνων δορυκτητόρων.
Τυγχάνει δὲ αὕτη Εἰκὼν μεγάλων διαστάσεων ἱστορηθεῖσα κατὰ τὰς ἀρχὰς τοῦ ιε’ αἰῶνος καὶ εἰκονίζουσα τὴν Ὑπεραγίαν Θεοτόκον ἐν θρόνῳ καθημένην καὶ βαστάζουσαν τὸν ἐξ αὐτῆς ἀποῤῥήτως σαρκωθέντα Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ ἑκατέρωθεν αὐτῆς δύο Ἀγγέλους σεβίζοντας. Ὑπάρχει δὲ κατὰ παράδοσιν ἀντίγραφον τῆς καλυπτομένης ὄπισθεν αὐτῆς παλαιοτέρας Εἰκόνος, ἱστορηθείσης ἐν τῷ τοίχῳ τοῦ πρώτου Ναοῦ καὶ ἐπονομαζομένης «Κτιτόρισσα».
Μαρτυρεῖται ὅτι τῇ 25ῃ Νοεμβρίου τοῦ ἔτους 1935 γενομένης πυρκαϊᾶς ἐν τῷ ἱερῷ Ναῷ καὶ τοῦ προσκυνηταρίου τοῦ φέροντος τὴν ἁγίαν Εἰκόνα ἀναλωθέντος τελείως ὑπὸ τῆς φλογός, εὑρέθη αὕτη ἀνέπαφος, οὐδὲν ἴχνος φέρουσα τοῦ πυρός. Τότε δὲ ἐβεβαιώθη καὶ τὸ γνήσιον καὶ ἀληθὲς τῆς διασωθείσης προφορικῆς παραδόσεως, διότι ἐγένετο ὁρατὴ ἡ ὅπισθεν τῆς ἁγίας Εἰκόνος καλυπτομένη τοιχογραφία τῆς Θεομήτορος, ἥτις καὶ ἐκαλύφθη ἐκ νέου, κατασκευασθέντος τοῦ μέχρι σήμερον σῳζομένου προσκυνηταρίου διὰ τῆς εὐλαβοῦς χορηγίας τῆς ὁσιωτάτης Μοναχῆς Εἰρήνης.
Ἀπειράριθμα δὲ τυγχάνουσι τὰ διὰ τῆς ἐνοικούσης ἐν τῇ ἱερᾷ Εἰκόνι χάριτος τῆς Ὑπεραγίας Θεοτόκου ἐνεργηθέντα θαύματα, ἅτινα καὶ κατέστησαν αὐτὴν τοῖς πᾶσι σεβασμίαν καὶ αἰδέσιμον, καταφύγιον θεῖον καὶ ἰατρεῖον πάντων τῶν ἐν νόσοις καὶ θλίψεσιν εὑρισκομένων καὶ προστρεχόντων ἐκ πίστεως τῷ πανσέπτῳ τῆς Μητρὸς τοῦ Κυρίου Ναῷ καὶ ἐπικαλουμένων τὴν θαυμαστὴν αὐτῆς ἀντίληψιν καὶ προστασίαν, ὧν τύχοιμεν καὶ ἡμεῖς, οἱ εὐσεβῶς ἐπιτελοῦντες τὴν ἐτήσιον αὐτῆς ἑόρτιον Σύναξιν.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούπου.
Στίχοι.
Ὑπῆρχε Λοῦπος δοῦλος· ἐκ δὲ τοῦ ξίφους,
Ἐλεύθερος προσῆλθε τῷ Χριστῷ φίλος.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου.
Στίχοι.
Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου,
Λουτρῶν σχεδίων αἱμάτων ποταμίων.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνων.
Στίχοι.
Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος,
Ἐρωτιᾷ γὰρ τῷ πρὸς οὐρανοὺς πόθῳ.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι.
Καλλίνικος μένουσαν ἡδονὴν μένων,
Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, οἱ ἐν Θράκῃ, ξίφει τελειοῦνται.
Στίχοι.
Ἤνεγκε τριπλῆ Μαρτύρων δεκὰς ξίφος,
Ἔχουσα καὶ σύναθλον ἁπλῆν δεκάδα.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου τοῦ Σικελιώτου, τοῦ ἐν τῷ ὄρει Νεοτάκου τῆς Εὐβοίας ἀσκήσαντος.
Στίχοι.
Νικήσας, Νικόλαε, σαρκὸς τὰ πάθη,
Νίκης στέφανον παρὰ Χριστοῦ ἐδέξω.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χαραλάμπους, τοῦ ἐν Καλυβιανῇ τῆς Κρήτης ἀσκήσαντος.
Στίχοι.
Μετέχεις τῆς κρείττονος χαρᾶς ἐν πόλῳ,
Ἐν γῇ ὦ Χαράλαμπες ὁσίως ζήσας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠιδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Σὺ Πανάχραντε, Καθολικὴ ὑπάρχουσα, στήριγμα ἄσειστον, Χριστιανῶν ἀληθῶς, ἡμῖν τὴν τιμίαν σου, Εἰκόνα δέδωκας, τῇ προνοίᾳ σου, φωτολαμπὲς τεκμήριον, τῆς θερμῆς σου εὐσπλαγχνίας.
Υ῾περύμνητε, Καθολικὴ Μητρόθεε, ὡς ὑπεράγαθος, μὴ καταισχύνῃς ἡμᾶς, Εἰκόνι τῇ θείᾳ σου, πιστῶς προσπίπτοντας, καὶ γεραίροντας, ἅπερ ἐργάζῃ θαύματα, εὐσεβῶν εἰς σωτηρίαν.
Τῇ Εἰκόνι σου, ἐν δέει παριστάμενοι, ὑμνολογοῦμέν σε, Καθολικὴ εὐλαβῶς, καὶ πίστει κραυγάζομεν· Χαῖρε Πανάχραντε, ἡ βαστάζουσα, παρθενικοῖς ἐν κόλποις σου, Θεὸν Λόγον σαρκωθέντα.
Λύσιν Δέσποινα, Καθολικὴ πρυτάνευσον, ταῖς μεσιτείας σου, παραπτωμάτων ἡμῖν, τοῖς πόθῳ προσπίπτουσι, νῦν τῇ Εἰκόνι σου, ἐξ ἧς πάντοτε, ὡς ποταμοῦ ὁρμήματα, τὰ ἰάματα προχέεις.
Ὠιδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ι᾿δοὺ σήμερον πάντες προσήλθομεν, ἐν Ναῷ σου ἁγίῳ ὑμνοῦντές σε, Καθολικὴ τὴν ἔνδοξον, τῶν Ἀγγέλων Κυρίαν, καὶ προστασίαν, τῶν εἰς σὲ πεποιθότων ἐκ πίστεως.
Α᾿σφαλῶς ὁδηγοῦσα ὡς εὔσπλαγχνος, μὴ ἐλλίπῃς πρὸς λῆξιν αἰώνιον, Καθολικὴ Μητρόθεε, τοὺς ἀξίως τιμῶντας, τὸν χαρακτῆρα, τῆς ἁγίας Μορφῆς σου τὸν τίμιον.
Ε᾿ν Ναῷ σου ἁγίῳ ἐνίδρυται, ὡς ἐν θρόνῳ Εἰκών σου ἡ πάνσεπτος, Καθολικὴ Θεόνυμφε, ἐν ἀπείροις σημείοις, διηγουμένη, τὴν σωτήριον χάριν καὶ δόξαν σου.
Ο῾λοτρόπως Ἁγνὴ ἀνακείμεθα, τῇ δυνάμει τῆς σῆς ἀντιλήψεως, ἧς σκεῦος χαριτόβρυτον, διὰ πλῆθος ἐλέους, τοῖς ἐν τῇ Ῥόδῳ, ἐδωρήσω πιστοῖς τὴν Εἰκόνα σου.
Ὠιδὴ θ΄. Ἅπας γηγενής.
Α῞παντες τιμήσωμεν τὴν Εἰκόνα, Καθολικῆς τὴν πάντιμον, ὅτι ἀπαύστως βλυστάνει, τὰ ῥεῖθρα τῶν ἰαμάτων.
Δεῦτε εὐλαβῶς, Εἰκόνα τὴν πάντιμον, τῆς Θεομήτορος, πάντες ἀσπασώμεθα, τὴν εὐλογίαν, αὐτῆς καρπούμενοι, καὶ ἐν χαρᾷ βοήσωμεν· Χαῖρε Θεόνυμφε, τῶν Ἀγγέλων, καύχημα σεβάσμιον, καὶ λαοῦ εὐσεβοῦς τὸ διάσωσμα.
Α῞παντες τιμήσωμεν τὴν Εἰκόνα, Καθολικῆς τὴν πάντιμον, ὅτι ἡμῖν πρυτανεύει, τὴν χάριν καὶ εὐλογίαν.
Δῶρον τιμαλφές, πολύτιμον, ἅγιον, τῇ Ῥόδῳ δέδωκας, Μῆτερ τὴν Εἰκόνα σου, τῶν χαρισμάτων, τῆς εὐσπλαγχνίας σου, Καθολικὴ παρέχουσα, πλοῦτον τὸν ἄϋλον, τοῖς ὑμνοῦσιν, Ἄχραντε τὸν τόκον σου, δι᾿ οὗ πάντες Θεῷ κατηλλάγημεν.
Δόξα.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Εἰκόνα, Καθολικῆς τὴν πάντιμον, τιμήσωμεν ὡς θαυμάτων, ὑπερεκβλύζουσαν κρήνην.
Μνήμην ἱεράν, τῶν θείων θαυμάτων σου, αἰσίως ἄγοντες, ἃ εἰργάσω Ἄχραντε, πρὸς τὸν λαόν σου, δι᾿ ἀγαθότητα, Καθολικὴ κηρύττομεν, τῶν μεγαλείων σου, τὰς ἐκφάνσεις, δι᾿ ὧν σῴζεις πάντοτε, τοὺς τιμῶντας πιστῶς τὴν Εἰκόνα σου.
Καὶ νῦν.
Δέσποινα Παρθένε Εὐλογημένη, Καθολικὴ διάσῳζε, ἀπό κινδύνων καὶ νόσων, τοὺς ἐπὶ σὲ πεποιθότας.
Υ῞μνους εὐμενῶς, οὓς πόθῳ προσᾴδομεν, τῇ θείᾳ δόξῃ σου, δέχου ὡς φιλότεκνος, κἂν ἐκ βεβήλων χειλέων Ἄχραντε, καὶ πᾶσιν ἀντιμέτρησον, ἡμῖν τὴν χάριν σου, ἐκ κινδύνων, πάντοτε καὶ θλίψεων, ῥυομένη ἡμᾶς τοὺς οἰκέτας σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Η῾ Ῥόδος ἡ περίφημος, Καθολικὴ ἀγάλλεται, τὴν ἱεράν σου Εἰκόνα, ὡς θησαυρὸν κεκτημένη, καὶ ἐξ αὐτῆς τῆς χάριτος, τρυγῶσα τὴν ἐνέργειαν, ἐν τῷ Ναῷ σου σήμερον, τοῖς θαυμασίοις σου αἶνον, προσᾴδει εὐχαριστίας.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Καθολικῆς τῇ Εἰκόνι, δεῦτε προσπέσωμεν πιστοί· ὥσπερ πηγὴ γὰρ ἐκβλύζει, τῆς εὐσπλαγχνίας τοὺς κρουνούς, δροσίζουσα τὰς καρδίας, τῶν εὐλαβῶς προσιόντων.
Καὶ τὸ τῆς Ἑορτῆς.
Α᾿πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄ καὶ τῆς ἁγίας Εἰκόνος γ΄.
Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα· πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον, προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἀπειρόγαμε, Παναγία Παρθένε ἡ τὸ γένος, τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.
Ε᾿κ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ νεύματι τοῦ κηδεῦσαί σε· καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης· Χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σε, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Πανάμωμε.
Ἕτερα τῆς ἁγίας Εἰκόνος.
Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ε῎δωκας Φιλάνθρωπε, τὴν σὲ ἀσπόρως κυήσασαν, τοῖς σοῖς δούλοις ἀντίληψιν, ἧς κατασπαζόμενοι, τὴν σεπτὴν Εἰκόνα, ἐκ ταύτης ἀφθόνως, χάριν λαμβάνομεν πολλήν, τῇ εὐδοκίᾳ σου Ὑπεράγαθε· διὸ δοξολογοῦμέν σε, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τῶν πταισμάτων αἰτούμενοι, τὴν τελείαν συγχώρησιν.
Πρόξενος ἀνέτειλεν, ἀγαλλιάσεως σήμερον, τῆς πανσέπτου Εἰκόνος σου, ἡ θεία πανήγυρις, Κεχαριτωμένη, ἐν ᾗ συνελθόντες, τοῦ Ἀρχαγγέλου Γαβριήλ, τὸν ἀσπασμόν σοι πιστῶς προσᾴδομεν, βοῶντες· Χαῖρε Δέσποινα, Καθολικὴ Παντευλόγητε, μετὰ σοῦ ὁ Φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κρήνη ἀνεξάντλητος, Καθολικὴ ἀναδέδεικται, ὁ σεβάσμιος οἶκός σου, ἐν ᾧ καταφεύγοντες, οἱ πιστοὶ ἀντλοῦμεν, ῥεῖθρα ἰαμάτων, καὶ ναματώδεις δωρεάς, τῶν χαρισμάτων τῆς εὐσπλαγχνίας σου· διὸ καὶ τῇ Εἰκόνι σου, τιμὴν ἀξίως προσνέμομεν, τὸν σεβάσμιον τόκον σου, εὐσεβῶς μεγαλύνοντες.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν παναγίαν σου Εἰκόνα, Καθολικὴ Κυρία παντευλόγητε, ἐπισκιάσει τῆς χάριτός σου, ἰαμάτων κρήνην ἀνέδειξας· διὸ προσπίπτοντες αὐτῇ, ἐν ἀγαλλιάσει βοῶμεν καὶ λέγομεν· Χαίροις ἡ περιστοιχίσασα κόλποις, τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον, ὡς μόνη τὸ τῆς οἰκονομίας, ἐμπεπιστευμένη μυστήριον· χαίροις καθέδρα ἀστενοχώρητος, ἡ τὸν ἀχώρητον κόσμῳ χωρήσασα, καὶ τὸ τῆς ἀρχεγόνου λύπης ἀναιρετικόν, φάρμακον ἀφράστως βλαστήσασα· χαίροις Κεχαριτωμένη Μαρία, ἡ ἀγκαλοφορήσασα ἀμώμοις χερσί, ὃν τὰ Χερουβὶμ οὐ τολμᾷ ἀτενίζειν. Ἀλλ᾿ ὡς ἔχουσα παῤῥησίαν πρὸς αὐτόν, σῷζε ἡμᾶς ταῖς πρεσβείας σου, ἐκ πάσης προσβολῆς ἐχθρῶν δεόμεθα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μῆτερ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον· καὶ κοσμικῶς δεσπαρμένους, ὁμοχώρους παρέστησαν, τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε Κεχαριτωμένη, Παρθένε Μῆτερ Ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ᾿ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ἡ γ΄ Ὠιδή, ἐκ δὲ τοῦ Κανόνος τῆς ἁγίας Εἰκόνος ἡ στ΄. Εἰ δὲ βούλει, εἰπὲ τὰ Ἀντίφωνα τῆς Ἑορτῆς. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τὰ τῆς Ἑορτῆς. Εἰς τό, Ἐξαιρέτως τό, Αἱ γενεαὶ πᾶσαι...
Κοινωνικόν.
Ποτήριον σωτηρίου λήψομαι καί τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.
Μεγαλυνάρια.
Χαίροις Θεοτόκε Καθολικὴ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή· χαίροις τοῦ λαοῦ σου, ἁγία προστασία, καὶ καύχημα τῆς Ῥόδου, περιφανέστατον.
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, Εἰκόνι τῇ θείᾳ, τῆς Κυρίας Καθολικῆς, αὐτῇ μετὰ δέους, κραυγάζοντες τὸ Χαῖρε, ὅτι ἡμῶν ὑπάρχει, θερμὴ ἀντίληψις.
Στίχοι.
Φύλαττε, Μῆτερ Καθολικὴ, καὶ σκέπε,
Κύριλλον, Ῥόδου τὸν ταπεινὸν ποιμένα.