Ιερά Μητρόπολις Ρόδου

Copyright ©2017 imr.gr

Disable Preloader
Ιερά Μητρόπολις Ρόδου

Χαιρετισμοί (Άγιος Φανούριος)

 

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν εὐκλεέστατον Χριστοῦ Μεγαλομάρτυρα,
τὸν ἐκ τῆς Ῥόδου θαυμαστῶς ἐξανατείλαντα,
καὶ τοῖς θαύμασιν ἀστράπτοντα ἐν τῷ κόσμῳ,
ὡς καλὸν ἡμῶν προστάτην χρηματίζοντα,
κατὰ χρέος δεῦτε πάντες εὐφημήσωμεν,
αὐτῷ κράζοντες· Χαίροις, Μάρτυς Φανούριε.

Οἱ Οἶκοι.

Α῎γγελοι μὲν ἐν πόλῳ, ἄνθρωποι δὲ ἐν κόσμῳ, τῶν ἄθλων σου κροτοῦσι τὰ εἴδη, (ἐκ γ΄) δι᾿ ὧν ἀνεδείχθης τοῦ Χριστοῦ, Μεγαλομάρτυς Φανούριε ἔνδοξος, καὶ εὐεργέτης τῶν πιστῶν, τῶν ἐκ ψυχῆς σοι ἐκβοώντων·
Χαῖρε, ἀπάτης ὁ καταλύτης·
χαῖρε, Κυρίου ὁ στεφανίτης.
Χαῖρε, ὁ τελέσας Μαρτύρων τὸν δίαυλον·
χαῖρε, ὁ αἰσχύνας ἀθλήσει τὸν τύραννον.
Χαῖρε, κόσμου τὰ φθειρόμενα θεοφρόνως παριδών·
χαῖρε, πλάνης τὴν παράταξιν νικηφόρως καθελών.
Χαῖρε, ὅτι ὑπάρχεις Ὀρθοδόξων προστάτης·
χαῖρε, ὅτι τυγχάνεις εὐσεβῶν παραστάτης.
Χαῖρε, Χριστοῦ κηρύξας τὸ ὄνομα·
χαῖρε, πυρὸς πατήσας τὸ ὅρμημα.
Χαῖρε, ψυχῶν μυστικὴ θυμηδία·
χαῖρε, καλῶν δαψιλὴς χορηγία.
Χαίροις, Μάρτυς Φανούριε.

Βήματι ῥωμαλέος, τῶν τυράννων παρέστης, Φανούριε ὡς ζέων τῇ πίστει, ὑψηγόρῳ κηρύττων φωνῇ, τοῦ δι᾿ ἡμᾶς σταυρωθέντος τὸ ὄνομα, καὶ ψάλλων εὐλαβῶς αὐτῷ, ὡς Λυτρωτῇ Θεῷ ἐκ πόθου· Ἀλληλούϊα.

Γνώμῃ ἀκαταπλήκτῳ, ἀρνησάμενος Μάρτυς, θυσίαν τοῖς εἰδώλοις προσφέρειν, προσηνέχθης θυσία τερπνή, διὰ μυρίων βασάνων καὶ θλίψεων, τῷ Βασιλεῖ ἡμῶν Θεῷ· διὸ ἐκ πόθου σοι βοῶμεν·
Χαῖρε, ὁ Μάρτυς τῆς ἀληθείας·
χαῖρε, ὁ στύλος τῆς εὐσεβείας.
Χαῖρε, ἐπικήρους τρυφὰς παρωσάμενος·
χαῖρε, ψευδωνύμους θεοὺς βδελυξάμενος.
Χαῖρε, ὅτι ὡμολόγησας ἐν σταδίῳ τὸν Χριστόν·
χαῖρε, ὅτι ἐτραυμάτισας τῇ ἀθλήσει τὸν ἐχθρόν.
Χαῖρε, ὁ τῶν βασάνων ἀνδρικῶς ἀλογήσας·
χαῖρε, ὁ τῶν ἀθέων τὴν ὀφρὺν ταπεινώσας.
Χαῖρε, λαμπὰς τῆς πίστεως πάμφωτος·
χαῖρε, φωστὴρ τῆς χάριτος ἔκλαμπρος.
Χαῖρε, δι᾿ οὗ οἱ ἐχθροὶ καθαιροῦνται·
χαῖρε, δι᾿ οὗ οἱ πιστοὶ κραταιοῦνται.
Χαίροις, Μάρτυς Φανούριε.

Δύναμιν οὐρανόθεν, ἄμαχον δεδεγμένος, οὐδόλως Ἀθλητὰ ἐπτοήθης, ἐν τῷ τύπτεσθαι λίθοις σφοδρῶς, τὴν κεφαλὴν καὶ τὸ εὔλαλον στόμα σου, δι᾿ οὗ κἂν πάσχοντος Χριστῷ, ἀκαταπαύστως ἐμελῴδεις· Ἀλληλούϊα.

Ε῎χων ἐν τῇ ψυχῇ σου, ἐνοικοῦσαν τὴν χάριν, τοῦ Πνεύματος Φανούριε μάκαρ, ἔστης ὥσπερ στύλος ἀκλινής, ἐταζομένης σαρκός σου ταῖς μάστιξι, καὶ ταῖς πικραῖς κολάσεσι· διό σοι εὐλαβῶς βοῶμεν·
Χαῖρε, τὸ χάρμα τῶν Ἀσωμάτων·
χαῖρε, τὸ ᾆσμα τῶν φιλεόρτων.
Χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἔπαρσιν·
χαῖρε, ὁ νεκρώσας ἀνόμων τὸ φρύαγμα.
Χαῖρε, ῥόδον εὐωδέστατον παλαισμάτων ἱερῶν·
χαῖρε, μύρον πολυσύνθετον χαρισμάτων θεϊκῶν.
Χαῖρε, ὅτι καθεῖλες τοῦ ἐχθροῦ τὴν μανίαν·
χαῖρε, ὅτι εὐφραίνεις εὐσεβῶν τὴν καρδίαν.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατήργηται·
χαῖρε, δι᾿ οὗ ἡ πίστις δεδόξασται.
Χαῖρε, κρουνὸς ἰαμάτων ποικίλων·
χαῖρε, πηγὴ δωρημάτων παντοίων.
Χαίροις, Μάρτυς Φανούριε.

Ζέων τῇ προθυμίᾳ, ὡς κατηξιωμένος, ὑπὲρ Χριστοῦ Φανούριε πάσχειν, σιδηρῶν ὀνύχων τοὺς ξεσμούς, ἐπὶ τὴν σάρκα ὡς ἄσαρκος ἔφερες, δι᾿ ὧν φθορᾶς ἀπέβαλλες, τὸ ἔνδυμα Μάρτυς κραυγάζων· Ἀλληλούϊα.

Η῞πλωται σοῦ τὸ σῶμα, μαστιζόμενον Μάρτυς, Φανούριε τῆς γῆς τῷ ἐδάφει, σοῦ δειλιῶντος μηδαμῶς, ἀλλὰ ἐχθρῶν τὰς καρδίας τιτρώσκοντος, ὑπομονῆς σου ῥαπισμοῖς· διό ἐν πίστει ἐκβοῶμεν·
Χαῖρε, ἡ στήλη τῆς καρτερίας·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, Ἀθλοφόρων ὁ μέγας ὁμόζηλος·
χαῖρε, Ἀσωμάτων ὁ θεῖος συνόμιλος.
Χαῖρε, κῆρυξ ὁ θειότατος τῆς σαρκώσεως Χριστοῦ·
χαῖρε, ῥήτωρ ὁ τρανόφθογγος τῆς Θεότητος αὐτοῦ.
Χαῖρε, ὁ ἡλικίας ἄνθους καταφρονήσας·
χαῖρε, ὁ μιαιφόνων θράσος καταπατήσας.
Χαῖρε, εἰκὼν ἀνδρείας θεόγραφος·
χαῖρε, λειμὼν χαρίτων μυρίπνοος.
Χαῖρε, δι᾿ οὗ κατελύθη ἡ πλάνη·
χαῖρε, δι᾿ οὗ ἐκηρύχθη ἡ πίστις.
Χαίροις, Μάρτυς Φανούριε.

Θεοῤῥήμονι Μάρτυς, στόματι διελέγχων, εἰδώλων τῆς λατρείας τὸ σέβας, ἐβλήθης ζοφερᾷ ἐν εἱρκτῇ, ὁ τοῦ φωτὸς θεηγόρος ἐπώνυμος, ἐν ᾗ οὐκ ἔπαυσας βοῶν, Θεῷ τῷ ἐν Τριάδι οὕτως· Ἀλληλούϊα.

Ι᾿ησοῦ τῇ ἀγάπῃ, λίθῳ ὑπερμεγέθει, τὸ σῶμά σου σοφὲ ἐπιέσθης, ἀλλ᾿ οὐ συνεθλάσθης δι᾿ αὐτοῦ, Χριστὸν τὴν πέτραν τρισμάκαρ Φανούριε, πλουτήσας σε ῥωννύμενον· διό σοι μελῳδοῦμεν πόθῳ·
Χαῖρε, ὁ τύπος τῆς εὐψυχίας·
χαῖρε, ἡ στήλη τῆς εὐτονίας.
Χαῖρε, τῆς εἰδώλων λατρείας ὁ ἔλεγχος·
χαῖρε, τῆς Χριστοῦ Ἐκκλησίας ὁ ἔπαινος.
Χαῖρε, ὅτι ἠκολούθησας ὡς θεόσοφος Χριστῷ·
χαῖρε, ὅτι συνεσταύρωσαι δι᾿ ἀθλήσεως αὐτῷ.
Χαῖρε, ὁμολογίας ἐκτελέσας τὸν δρόμον·
χαῖρε, ἀθανασίας κατοικήσας τὸν δόμον.
Χαῖρε, τρυφῆς ἁγίας θησαύρισμα·
χαῖρε, φωτὸς ἀκτίστου ἐναύλισμα.
Χαῖρε, σοφίας σεπτὸν πρυτανεῖον·
χαῖρε, πασῶν ἀρετῶν ἐκμαγεῖον.
Χαίροις, Μάρτυς Φανούριε.

Κάκωσιν οὐκ ὑπέστης, Μάρτυς ἐπὶ μαγγάνου, τυράννων προσδεθεὶς ἀπονοίᾳ, καὶ τῶν ἀοράτων δυσμενῶν, τὴν ἐπηρμένην ὀφρὺν κατεσύντριψας, ἐν τῷ βοᾶν σε ἐπ᾿ αὐτοῦ, Φανούριε Κυρίῳ οὕτως· Ἀλληλούϊα.

Λάμπων τῇ καρτερίᾳ, ἀνημμέναις λαμπάσι, τὴν σάρκα Ἀθλητὰ κατεκαύθης, καὶ τῆς εἰδωλικῆς ἀληθῶς, θεοεχθρίας τὸ σέβας κατέφλεξας, ξηρὰν ὡς ὕλην καὶ σαθράν· διὸ νῦν παρ᾿ ἡμῶν ἀκούεις.
Χαῖρε, ὁ θεῖος τροπαιοφόρος·
χαῖρε, ὁ μέγας σημειοφόρος.
Χαῖρε, ὁ ἀνύσας ἀθλήσεως δίαυλον·
χαῖρε, ὁ ἐγείρας οὐράνιον τρόπαιον.
Χαῖρε, στέφος ὁ δεξάμενος ὡς γενναῖος νικητής·
χαῖρε, χάριν ὁ εὑράμενος ὡς θεόφρον Ἀθλητής.
Χαῖρε, ὅτι ἀπώσω ἀσεβῶν κολακείας·
χαῖρε, ὅτι ὑπέστης ἐπωδύνους αἰκίας.
Χαῖρε, πιστῶν ὀξεία ἀντίληψις·
χαῖρε, ἡμῶν ἁγία παράκλησις.
Χαῖρε, ἐχθρῶν τὴν ἀπάτην μισήσας·
χαῖρε, Χριστὸν ὁλοτρόπως ποθήσας.
Χαίροις, Μάρτυς Φανούριε.

Μαρτυρίου βαδίζων, τὸν οὐράνιον δρόμον, ἐπέβης τῆς καμίνου τὴν φλόγα, ἀλλ᾿ ὥσπερ πάλαι Παῖδες οἱ τρεῖς, Θεῷ ὑψώσας ἐν ταύτῃ τὰς χεῖράς σου, ἔμεινας ἀκατάφλεκτος, ᾄδων ἐν εὐφροσύνῃ οὕτως· Ἀλληλούϊα.

Νέος ὢν τῷ σαρκίῳ, κομιδῇ Ἀθλοφόρε, ἐχθρὸν τὸν παλαιὸν τῇ κακίᾳ, αἰσχύνης ἐπλήρωσας πολλῆς, ὃς ἐν ἀέρι ὀχούμενος ἔκλαιε· ἡμεῖς δὲ σφόδρα χαίροντες, ἐπὶ τοῖς ἄθλοις σου βοῶμεν·
Χαῖρε, τὸ σκεῦος τῆς εὐσταθείας·
χαῖρε, ὁ γνώμων τῆς εὐλαβείας.
Χαῖρε, τοῦ φωτὸς θεοφόρος φερώνυμος·
χαῖρε, ὁ τοῦ σκότους γενναῖος πολέμιος.
Χαῖρε, τῆς αὐταπαρνήσεως ἄγαλμα θεοειδές·
χαῖρε, τῆς ἀκεραιότητος σκήνωμα φωτοειδές.
Χαῖρε, ὅτι τοῦ κόσμου τῶν ἡδέων ἀπέστης·
χαῖρε, ὅτι ἀθλήσει πρὸς ζωὴν μετετέθης.
Χαῖρε, θηρῶν ὁ φράξας τὰ στόματα·
χαῖρε, πυρὸς ὁ σβέσας τὴν κάμινον.
Χαῖρε, μαστίγων φορὰν ὑπομείνας·
χαῖρε, δαιμόνων ἰσχὺν καταλύσας.
Χαίροις, Μάρτυς Φανούριε.

Ξένον θαῦμα ὡράθη, ὅτε θηρῶν ἀγρίων, Φανούριε ἐν λάκκῳ ἐβλήθης· σὺ γὰρ ὥσπερ τὸ πρὶν Δανιήλ, αὐτῶν τὴν φύσιν παμμάκαρ ἡμέρωσας, καὶ ἔφραξας τὰ στόματα, ψάλλων Θεῷ τῷ ἐν Τριάδι· Ἀλληλούϊα.

Ο῞λος λελαμπρυσμένος, μαρτυρίου τῇ αἴγλῃ, παρέστης τῷ Χριστῷ ἐν ὑψίστοις, καὶ τοῦ ἀνεσπέρου φωτισμοῦ, ἔνδον ἐγένου ἐκεῖθεν τῆς χάριτος, ἐξανατέλλων τὴν αὐγήν, τοῖς κράζουσί σοι μετὰ πόθου·
Χαῖρε, τὸ ἄνθος τῆς μαρτυρίας·
χαῖρε, τὸ κρῖνον τῆς βασιλείας.
Χαῖρε, τῆς τρυφῆς τῶν Μαρτύρων συνέστιος·
χαῖρε, τῆς σκηνῆς τῶν Δικαίων συμμέτοχος.
Χαῖρε, ὅτι κατεφρόνησας τῆς νεότητος σαφῶς·
χαῖρε, ὅτι ἐξεφαύλισας τὴν ἀσέβειαν λαμπρῶς.
Χαῖρε, ὁ ἀνατείλας γῆθεν φωστὴρ ὡς μέγας·
χαῖρε, ὁ καταυγάζων κόσμον ἀστὴρ ὡς θεῖος.
Χαῖρε, δι᾿ οὗ κινδύνων λυτρούμεθα·
χαῖρε, δι᾿ οὗ χαρίτων πληρούμεθα.
Χαῖρε, τῆς Ῥόδου φαιδρὰ δᾳδουχία·
χαῖρε, τοῦ κόσμου καλὴ προστασία.
Χαίροις, Μάρτυς Φανούριε.

Πλείστοις Μάρτυς ἐν χρόνοις, ἄγνωστος διαμείνας, Κυρίου τῇ σεπτῇ Ἐκκλησίᾳ, παραδόξως ἐγνώσθης αὐτῇ, τῇ ἀνευρέσει τῆς θείας Εἰκόνος σου, πρὸς εὐφροσύνην μυστικήν, Φανούριε τῶν ἐκβοώντων· Ἀλληλούϊα.

Ρ῾όδος χαίρει ἡ νῆσος, ἐπὶ σοὶ καὶ καυχᾶται, Φανούριε Χριστοῦ στρατιῶτα· ἐκ αὐτῆς γὰρ ὡς ἄδυτον φῶς, τῆς οἰκουμένης ἐφάνης τοῖς πέρασι, θαυμάτων τῇ φαιδρότητι, αὐγάζων τοὺς βοῶντας ταῦτα·
Χαῖρε, ἀγάπης ἄσβεστον σέλας·
χαῖρε, ἐλπίδος ἄφθαρτον γέρας.
Χαῖρε, χαρμονῆς ἀθανάτου γευσάμενος·
χαῖρε, γλυκασμοῦ αἰωνίου πληρούμενος.
Χαῖρε, πέτρα μυριότιμος Ἐκκλησίας πλουτισμός·
χαῖρε, στέφος θεοτίμητον Ὀρθοδόξων κομπασμός.
Χαῖρε, ὁ τοῦ Δεσπότου τῷ φωτὶ ἐντρυφήσας·
χαῖρε, ὁ τῆς εὐκλείας τῆς ζωῆς κοινωνήσας.
Χαῖρε, μαστίγων πεῖραν δεξάμενος·
χαῖρε, θαυμάτων χάριν κτησάμενος.
Χαῖρε, πιστῶν ὁ θερμὸς ἀντιλήπτωρ·
χαῖρε, ἡμῶν ὁ σεπτὸς παρακλήτωρ.
Χαίροις, Μάρτυς Φανούριε.

Στρατευθεὶς τῷ Κυρίῳ, ἐκατόρθωσας νίκην, κατὰ τῆς ἀσεβείας μεγίστην, ἧς ἐφανέρωσας θαυμαστῶς, τὰ ὑπὲρ λόγον Φανούριε τρόπαια, εὑρέσει τῆς Εἰκόνος σου, ἣν ἀσπαζόμενοι βοῶμεν· Ἀλληλούϊα.

Τῆς σεπτῆς σου Εἰκόνος, γῆθεν φανερωθείσης, γνωστὸς τοῖς εὐσεβέσιν ἐγένου· Νεῖλος δὲ τῆς Ῥόδου ὁ ποιμήν, ἐδείματό σοι Ναόν, ὃν ἡ χάρις σου, θαυμάτων ἐργαστήριον, ἀνέδειξε τοῖς λέγουσί σοι·
Χαῖρε, τὸ εὖχος τῶν Ὀρθοδόξων·
χαῖρε, τὸ τραῦμα τῶν κακοδόξων.
Χαῖρε, ὁ Χριστῷ τῷ Θεῷ στρατευσάμενος·
χαῖρε, ὁ στρατὸν δυσμενῶν τροπωσάμενος.
Χαῖρε, ἄνερ θεοφόρητε Ὀρθοδόξων γλυκασμός·
χαῖρε, Μάρτυς τιμιώτατε τῶν Ῥοδίων στηριγμός.
Χαῖρε, ὅτι τὴν σάρκα ἀπηνῶς κατεξάνθης·
χαῖρε, ὅτι τὸ σῶμα ταῖς λαμπάσιν ἐκαύθης·
Χαῖρε, τῶν αἰχμαλώτων ἡ λύτρωσις·
χαῖρε, τῶν ἀσθενούντων ἡ ἴασις.
Χαῖρε, λαοῦ τῆς Ῥόδου τὸ ἕδρασμα·
χαῖρε, πιστῶν ἁπάντων κραταίωμα.
Χαίροις, Μάρτυς Φανούριε.

Υ῞μνησάν σου τὴν χάριν, οἱ αἰχμάλωτοι πρῴην, Πρεσβύτεροι Φανούριε Μάρτυς· ἐπιστασίᾳ σου γὰρ φρικτῇ, τῶν τῆς δουλείας δεσμῶν ἐλυτρώθησαν, καὶ πᾶσί σε κηρύττοντες, ἐκ κατανύξει ἀνεβόων· Ἀλληλούϊα.

Φανεροῖς φερωνύμως, ἀφανῶν Ἀθλοφόρε, τὴν γνῶσιν τοῖς πιστῶς σε καλοῦσι, καὶ παρίστασαι ῥύστης ταχύς, τῶν ἐν ἀνάγκαις παντοίαις καὶ θλίψεσι, Φανούριε μεγάλαθλε· διὸ σοι ψάλλομεν συμφώνως·
Χαῖρε, ἐπίῤῥωσις τῶν καμνόντων·
χαῖρε, ἀντίληψις τῶν πασχόντων.
Χαῖρε, κεκρυμμένων ταχεῖα φανέρωσις·
χαῖρε, νοσημάτων παντοίων ἐπίσκεψις.
Χαῖρε, ὁ οἰκείοις μέλεσι μεγαλύνας τὸν Χριστόν·
χαῖρε, ὁ βασάνων στίγμασιν ὡραῒσας σεαυτόν.
Χαῖρε, τῆς οἰκουμένης ἡ φαιδρὰ φωταυγεία·
χαῖρε, τῆς Ἐκκλησίας ἡ λαμπρὰ εὐκοσμία.
Χαῖρε, χαρὰ ἀνθρώπων καὶ καύχημα·
χαῖρε, τρυφὴ τῆς Ῥόδου καὶ σέμνωμα.
Χαῖρε, ἡμῶν πρὸς Θεὸν μεσιτεία·
χαῖρε, πιστῶν κραταιὰ συμμαχία.
Χαίροις, Μάρτυς Φανούριε.

Χάριν τὴν τῶν θαυμάτων, ἔχων παρὰ Κυρίου, καλούμενος ἐν τάχει προφθάνεις, πανταχοῦ Ἀθλοφόρε σοφέ, μέγας προστάτης, ὑπέρμαχος, σύμμαχος, καὶ πρόμαχος φαινόμενος, τοῖς τῷ Θεῷ εἰδόσι κράζειν· Ἀλληλούϊα.

Ψάλλομέν σου τὸν ὕμνον, μακαρίζοντες πάντες, τῶν θείων σου ἀγώνων τὰ εἴδη, καὶ τιμῶντές ὡς θαυμαστὸν, ἐν ἀντιλήψεσι πλείσταις καὶ θαύμασι, Φανούριε πανεύφημε, μεγαλοφώνως κράζομέν σοι·
Χαῖρε, στεφάνωμα τῶν Μαρτύρων·
χαῖρε, θησαύρισμα τῶν Ῥοδίων.
Χαῖρε, ὁ παρέχων πιστοῖς τὰ σωτήρια·
χαῖρε, ὁ ἐκβλύζων αὐτοῖς τὰ ἰάματα.
Χαῖρε, ὅτι τὴν δυσσέβειαν ἐστηλίτευσας τρανῶς·
χαῖρε, ὅτι τὴν εὐσέβειαν ἀνεκήρυξας λαμπρῶς.
Χαῖρε, ὁ ὑμνητῶν σου τὰς καρδίας εὐφραίνων·
χαῖρε, ὁ ἱκετῶν σου τῆς κραυγῆς εἰσακούων.
Χαῖρε, δι᾿ οὗ ἡ πίστις κηρύττεται·
χαῖρε, δι᾿ οὗ ἡ πλάνη ἐκτρέπεται.
Χαῖρε, ψυχῶν θεραπεύων τὰ ἄλγη·
χαῖρε, σαρκὸς ἀπελαύνων τὰ πάθη.
Χαίροις, Μάρτυς Φανούριε.

Ω῏ Φανούριε Μάρτυς, τῶν Ῥοδίων προστάτα, καὶ πάντων τῶν πιστῶν ἀντιλῆπτορ (ἐκ γ΄) τῶν ὑμνολόγων σου εὐμενῶς, τὴν προσφορὰν ταύτην Ἅγιε πρόσδεξαι. καὶ τὴν ἁγίαν χάριν σου, χορήσει τοῖς πιστῶς βοῶσι· Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον.

Δίστιχον.
Χαῖρε σοὶ βοᾶ τῆς Ῥόδου τῷ προστάτῃ,
Κύριλλος αὐτῆς ὁ τάχα ποιμενάρχης.

Share: